Περὶ κτισμάτων (De Aedificiis)
Pag. 3
(4.5.1. F 4.11.15 = Haury 124, 32 F 149, 23)
| Pag.1 | Pag2. | De Aedificiis | Index |
| Book Chapt. Pgph. | Haury | Greek text |
Traducere |
Obs. |
|
| Page | Row | ||||
| 4.5.1 | 124 | 32 | ε´. οὕτω μὲν σύμπασαν τὴν μεσόγειαν Ἰουστινιανὸς | ||
| 33 | βασιλεὺς ἐν Ἰλλυριοῖς ἐτειχίσατο. τρόπον δὲ ὅντινα καὶ | ||||
| 34 | τὴν ἠϊόνα ποταμοῦ Ἴστρου, ὅν καὶ Δανούβιον ὀνομά- | ||||
| 35 | ζουσιν, ἐρύμασί τε καὶ φυλακτηρίοις στρατιωτῶν ἐκρα- | ||||
| 4.5.2 | 36 | τύνατο, ἐγὼ δηλώσω. οἱ Ῥωμαίων τὸ παλαιὸν αὐτο- | |||
| 37 | κράτορες τοῖς ἐπέκεινα ᾠκημένοις βαρβάροις τὴν τοῦ | ||||
| 38 | Δανουβίου διάβασιν ἀναστέλλοντες ὀχυρώμασί τε κατ- | ||||
| 39 | έλαβον τούτου δὴ τοῦ ποταμοῦ τὴν ἀκτὴν ξύμπασαν, οὐ | ||||
| 40 | δὴ ἐν δεξιᾷ τοῦ ποταμοῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ ἐνιαχῆ | ||||
| 41 | ἐπὶ θάτερα πολίσματά τε καὶ φρούρια τῇδε δειμάμενοι. | ||||
| 4.5.3 | 42 | ταῦτα δὲ τὰ ὀχυρώματα ἐξειργάσαντο οὐκ ἀμήχανα προσ- | |||
| 125 | 1 | ελθεῖν, εἴ τις προσίοι, ἀλλ᾿ ὅσον δὴ μὴ ἀνδρῶν ἔρημον | |||
| 2 | τὴν τοῦ ποταμοῦ ἠϊόνα λελεῖφθαι· ἐπεῖ τειχομαχεῖν τοῖς | ||||
| 4.5.4 | 3 | ἐκείνῃ βαρβάροις οὐδαμῆ ἔγνωστο. τὰ πολλὰ τῶν ἐρυ- | |||
| 4 | μάτων αὐτοῖς ἀμέλει ἀπεκέκριτο ἐς πύργον ἕνα, μονο- | ||||
| 5 | πύργιά τε, ὡς τὸ εἰκός, ἐπεκαλεῖτο, ἄνθρωποί τε ὀλίγοι | ||||
| 4.5.5 | 6 | κομιδῇ ἐν αὐτοῖς ἵδρυντο. καὶ τοῦτο τηνικάδε ἀπέχρη | |||
| 7 | τὰ τῶν βαρβάρων δεδίσσεσθαι γένη, ὥστε δὴ ἀναδύ- | ||||
| 4.5.6 | 8 | εσθαι τὴν ἐς Ῥωμαίους ἐπίθεσιν. χρόνῳ δὲ ὕστερον | |||
| 9 | Ἀττίλας στρατῷ μεγάλῳ ἐσβεβληκώς, τά τε ὀχυρώματα | ||||
| 10 | πόνῳ οὐδενὶ ἐς ἔδαφος καθεῖλε, καὶ γῆν Ῥωμαίων ὑπαν- | ||||
| 4.5.7 | 11 | τιάζοντος οἱ [::] οὐδενὸς ἐληΐσατο τὴν πολλήν. ἀλλ᾿ Ἰου- | |||
| 12 | στινιανὸς βασιλεὺς ἀνῳκοδομήσατό τε τὰ καθῃρημένα, | ||||
| 13 | οὐχ ἅπερ τὰ πρότερα ἦν, ἀλλ᾿ ἐς τοῦ ὀχυρώματος τὸ | ||||
| 14 | καρτερότατον μάλιστα, καὶ πλεῖστα ἔτι ἐπετεχνήσατο | ||||
| 4.5.8 | 125 | 15 | καινουργήσας αὐτός. ταύτῃ τε παντάπασιν ἀνεσώσατο | ||
| 16 | ἀπολωλυῖαν ἤδη τὴν ἀσφάλειαν τῇ Ῥωμαίων ἀρχῇ. ἅπερ | ||||
| 17 | ἅπαντα ὅντινα γεγένηται τρόπον, ἐγὼ δηλώσω. | ||||
| 4.5.9 | 18 | κάτεισι μὲν ἐξ ὀρέων τῶν ἐν Κελτοῖς ποταμὸς Ἴστρος, | |||
| 19 | οἳ τανῦν Γάλλοι ἐπικαλοῦνται. χώραν δὲ περιβάλλει | ||||
| 20 | πολλήν, ἐκ μὲν τοῦ ἐπὶ πλεῖστον παντελῶς ἔρημον, ἐνι- | ||||
| 21 | αχῇ δὲ βαρβάρους οἰκήτορας ἔχουσαν, θηριώδη τέ τινα | ||||
| 22 | δίαιταν ἔχοντας καὶ ἀνεπίμικτον τοῖς ἄλλοις ἀνθρώποις. | ||||
| 4.5.10 | 23 | Δακίας δὲ ὡς ἀγχοτάτω γενόμενος, ἐνταῦθα διαρίζων | |||
| 24 | φαίνεται πρῶτον τούς τε βαρβάρους, οἵ δὴ αὐτοῦ τὰ | ||||
| 25 | ἐπ᾿ ἀριστερᾷ ἔχουσι, τήν τε Ῥωμαίων γῆν ἐν δεξιᾷ οὖσαν. | ||||
| 4.5.11 | 26 | διὸ δὴ Ῥιπησίαν καλοῦσι Ῥωμαῖοι τὴν ταύτῃ Δακίαν. | |||
| 4.5.12 | 27 | ῥῖπα γὰρ ἡ ὄχθη τῇ Λατινῶν καλεῖται φωνῇ. πόλιν οὐν | |||
| 126 | 1 | παρὰ τὴν ἐκείνῃ ἀκτήν, ὄνομα Σιγγηδόνον, ἐν τοῖς ἄνω | |||
| 4.5.13 | 2 | χρόνοις ἐδείματο πρώτην. ταύτην δὲ βάρβαροι προϊ- | |||
| 3 | όντος τοῦ χρόνου ἑλόντες, ἔς τε τὸ ἔδαφος καθελόντες | ||||
| 4.5.14 | 4 | εὐθύς, ἔρεμον ἀνθρώπων παντάπασι κατεστήσαντο. τρό- | |||
| 5 | πῳ δὲ τῷ αὐτῷ καὶ τῶν ἄλλων ὀχυρωμάτων κατεστή- | ||||
| 4.5.15 | 6 | σαντο τὰ πλεῖστα. βασιλεὺς δὲ Ἰουστινιανὸς ἀνανεω- | |||
| 7 | σάμενος ξύμπασαν καὶ τειχίσματι ὀχυρωτάτῳ περιβαλῶν, | ||||
| 8 | πόλιν περιφανῇ τε καὶ λόγου πολλοῦ ἀξίαν πεποίηκεν | ||||
| 4.5.16 | 9 | αὖθις. φρούριον τε ἄλλο διαφερόντως ἐχυρὸν ἀνέστησε | |||
| 10 | νέον, πόλεως Σιγγηδόνου ὀκτὼ μάλιστα σημείοις διέχον, | ||||
| 4.5.17 | 11 | ὅπερ Ὄκταβον λόγῳ τῷ εἰκότι καλοῦσιν. ἐπίπροσθεν δὲ | |||
| 12 | αὐτοῦ πόλις ἦν ἀρχαία τὸ Βιμινάκιον, ἥνπερ ὁ βασιλεὺς | ||||
| 13 | (ἐκ θεμελίων γὰρ ἀπωλώλει τῶν ἐσχάτων πολλῷ πρό- | ||||
| 14 | τερον) ἀνοικοδομησάμενος ξύμπασαν ἀπέδειξε νέαν. | ||||
| 4.6.1 | 126 | 15 | ς´. ἐκ δὲ Βιμινακίου προϊόντι ὀχυρώματα τρία πρὸς | ||
| 16 | τῇ τοῦ Ἴστρου ἠϊόνι ξυμβαίνει εἶναι, Πιγκούς τε καὶ | ||||
| 4.6.2 | 17 | Κούπους καὶ Νόβας. οἱς δὲ πρότερον ἥ τε οἰκοδομία | |||
| 18 | καὶ τὸ ὄνομα ἐπὶ πύργου ἑνὸς ἔκειτο. ἀλλὰ νῦν Ἰουστι- | ||||
| 19 | νιανὸς βασιλεὺς τά τε οἰκία καὶ τὰ ἐρύματα ἔς τε πλῆ- | ||||
| 20 | θος καὶ μέγεθος ἐν τούτοις δὴ τοῖς χωρίοις ἀνενεγκών | ||||
| 21 | μέγα, πόλεων αὐτοῖς ἀξιώματα οὐκ ἀπὸ τοῦ εἰκότος ἐν- | ||||
| 4.6.3 | 22 | τέθεικε. Νοβῶν δὲ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ | |||
| 23 | πύργος ἐκ παλαιοῦ ἀπημελημένος ἐστήκει, ὄνομα Λιτε- | ||||
| 4.6.4 | 24 | ρατά· ὅνπερ οἱ πάλαι ἄνθρωποι Λεδέρατα ἐκάλουν. ὃν | |||
| 25 | δὴ ἐς φρούριον μέγα τε καὶ διαφερόντως ἐχυρώτατον | ||||
| 4.6.5 | 26 | ὁ καθ᾿ ἡμᾶς βασιλεὺς μετεστήσατο. μετὰ Νοβὰς δὲ | |||
| 127 | 1 | φρούρια Κανταβαζά τε καὶ Σμόρνης τε καὶ Κάμψης | |||
| 2 | καὶ Τανάτα καὶ Ζέρνης καὶ Δουκεπράτου. ἐν δὲ τῇ | ||||
| 3 | ἀντιπέρας ἠπείρῳ ἄλλα τε πολλὰ φρούρια ἐκ θεμελίων [καὶ | ||||
| 4.6.6 | 4 | ταῦτα] τῶν ἐσχάτων ἐδείματο. μετὰ δὲ Καπούτβοες | |||
| 5 | ὠνόμασται, τοῦ Ῥωμαίων αὐτοκράτορος Τραϊανοῦ ἔργον, | ||||
| 4.6.7 | 6 | καὶ πολίχνιον ἐφεξῆς παλαιόν, Ζάνες ὄνομα. οἷσπερ | |||
| 7 | ἅπασιν ἐρύματα περιβαλὼν ἐχυρώτατα προβόλους εἶναι | ||||
| 4.6.8 | 8 | τῆς πολιτείας ἀνανταγωνίστους πεποίηται. τούτου δὲ | |||
| 9 | τοῦ Ζάνες οὐ πολλῷ ἄποθεν φρούριον μέν ἐστι, Πόντες | ||||
| 10 | ὄνομα. ὁ δὲ ποταμὸς ἐκροήν τινα ἐνταῦθα ἐκβάλλων, | ||||
| 11 | ταύτῃ τε περιπολῶν ὀλίγην τινὰ τῆς ἀκτῆς μοῖραν, ἐπι- | ||||
| 12 | στρέφει αὖθις ἐς ῥοῦν τὸν οἰκεῖον, καὶ ἐφ᾿ ἑαυτὸν ἀνα- | ||||
| 4.6.9 | 13 | μίγνυται. ποιεῖ δὲ ταῦτα οὐκ αὐτόματος, ἀλλ᾿ ἀνθρώ- | |||
| 4.6.10 | 14 | πων ἐπινοίαις ἀναγκασθείς. ὅτου δὲ δὴ ἕνεκα Πόντες | |||
| 127 | 15 | τε ὁ χῶρος ἐκλήθη καὶ ἀναγκαστὸν περιάγουσιν αὐτόσε | |||
| 16 | τὸν Ἴστρον, ἐγὼ δηλώσω. | ||||
| 4.6.11 | 17 | ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανός, θυμοειδής τε ὤν | |||
| 18 | καὶ δραστήριος, ὥσπερ ἀγανακτοῦντι ἐῴκει, ὅτι δὴ οὐκ | ||||
| 19 | ἀπέραντος αὐτἡ βασιλεία εἴη, ἀλλὰ ποταμῷ Ἴστρῳ | ||||
| 4.6.12 | 20 | ὁρίζεται. ζεῦξαι οὖν αὐτὸν γεφύρᾳ διὰ σπουδῆς ἔσχεν, | |||
| 21 | ὡς διάβατός τε αὐτῷ καὶ οὐδαμῆ ἐμπόδιος εἴη ἐς τοὺς | ||||
| 4.6.13 | 22 | ἐπέκεινα βαρβάρους ἰόντι. ὅπως μὲν οὖν τὴν γέφυραν | |||
| 23 | ἐπήξατο ταύτην, ἐμοὶ μὲν οὐκ ἄν ἐν σπουδῇ γένοιτο, | ||||
| 24 | Ἀπολλόδωρος δὲ Δαμασκηνός, ὁ καὶ παντὸς γεγονὼς | ||||
| 4.6.14 | 25 | ἀρχιτέκτων τοῦ ἔργου, φραζέτω. οὐ μέντοι τις τὸ λοι- | |||
| 26 | πὸν γέγονεν ὄνησις ἐνθένδε Ῥωμαίοις, ἀλλὰ καὶ τὴν | ||||
| 27 | γέφυραν ὅ τε Ἴστρος ἐπιχυθεὶς ὕστερον καὶ ὁ χρόνος | ||||
| 4.6.15 | 128 | 1 | ἐπιρρεύσας καθεῖλον. πεποίηται δὲ Τραϊανὸς τότε καὶ | ||
| 2 | φρούρια δύο τοῦ ποταμοῦ ἐφ᾿ ἑκάτερα, καὶ αὐτοῖν Θεο- | ||||
| 3 | δώραν μὲν ἐπονώμασαν τὸ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, | ||||
| 4 | Πόντες δὲ τὸ ἐπὶ Δακίας ὁμωνύμως τῷ ἔργῳ ἐκλήθη. | ||||
| 4.6.16 | 5 | πόντην γὰρ τὴν γέφυραν Ῥωμαῖοι τῇ Λατινῶν καλοῦσι | |||
| 6 | φονῇ. ἀλλ᾿ ἐπεὶ ἐνταῦθα γινομέναις ναυσὶν ἄπλους τὸ | ||||
| 7 | λοιπὸν ὁ ποταμὸς ἦν, τῶν τῆς γεφύρας αὐτόθι ἐρειπίων | ||||
| 8 | τε καὶ θεμελίων [ἐνταῦθα] κειμένων τούτου δὴ ἕνεκα | ||||
| 9 | τὸν ποταμὸν ἀναγκάζουσι μεταπορεύσθαι τὸν αὐτοῦ | ||||
| 10 | δρόμον καὶ τὴν πορείαν ἀνακυκλεῖν αὖθις, ὅπως ἄν | ||||
| 4.6.17 | 11 | πλώϊμον καὶ τὸ ἐνθένδε αὐτὸν ἔχοιεν. ἄμφω μὲν οὖν | |||
| 12 | καταπεπονηκότα τὰ φρούρια ταῦτα διά τε χρόνου μῆκος | ||||
| 13 | καὶ οὐχ ἥκιστα ἐπισκηψάντων ἐνταῦθα βαρβάρων διε- | ||||
| 4.6.18 | 14 | φθάρθαι ξυνέβη. βασιλεὺς δὲ Ἰουστινιανὸς Πόντην μέν, | |||
| 128 | 15 | ὅπερ ἐστὶ τοῦ ποταμοῦ ἐπὶ δεξιᾷ, νέᾳ τε καὶ ἀμάχῳ ἐπι- | |||
| 16 | εικῶς ἀνανεωσάμενος οἰκοδομίᾳ, τὴν ἀσφάλειαν Ἰλλυ- | ||||
| 17 | ριοῖς ἀνεσώσατο· τοῦ δὲ αὐτοῦ ἐπὶ θάτερα ὄντος, ὅπερ | ||||
| 18 | Θεοδώραν καλοῦσιν, ἅτε ἀποκειμένου τοῖς ἐκείνῃ βαρ- | ||||
| 19 | βάροις, προσήκειν οἱ ἐπιμελεῖσθαι οὐδαμῆ ᾤετο· τὰ δὲ | ||||
| 20 | νῦν ἑστῶτα μετὰ τὴν Πόντην ὀχυρώματα ᾤκοδομήσατο | ||||
| 21 | καινουργήσας αὐτός, ἅπερ καλεῖται Μαρεβούργου τε καὶ | ||||
| 22 | Σουσίανα, Ἁρμάτα τε καὶ Τιμένα, καὶ Θεοδωρούπολίς | ||||
| 23 | τε καὶ Στιλιβούργου καὶ Ἁλικανιβούργου. | ||||
| 4.6.19 | 24 | ἦν δέ τι πολίχνιον ἐγγὺς κείμενον, Ἀκυὲς ὄνομα, οὗ- | |||
| 25 | περ ὀλίγα ἄττα σαθρὰ γεγονότα ὁ βασιλεὺς ἐπηνώρθωσε. | ||||
| 4.6.20 | 129 | 1 | καὶ μετ᾿ ἐκεῖνο Βουργονόβορε κα Λακκόβουργο, καὶ τὸ | ||
| 2 | Δορτικὸν ἐπικαλούμενον φρούριον, ὅπερ τῷ χρόνῳ ἐξί- | ||||
| 3 | τηλον γεγενημένον, ἐς ὀχύρωμα ἐχυρώτατον κατε- | ||||
| 4.6.21 | 4 | στήσατο. καὶ πύργον ἕνα, Ἰουδαῖος καλούμενον, φρού- | |||
| 5 | ριον διεσκευάσατο κεκαλλιστευμένον καλεῖσθαι <τε> καὶ | ||||
| 4.6.22 | 6 | εἶναι. καὶ τὸ δὴ Βουργουάλτου ὠνομασμένον, ἔρημόν | |||
| 7 | τε καὶ παντάπασιν ἀοίκητον τὰ πρότεραὄν, ἀλλὰ καὶ | ||||
| 8 | χῶρον ἕτερον περιβόλῳ ἐτειχίσατο νέῳ, ὅνπερ ἐπικαλοῦσι | ||||
| 4.6.23 | 9 | Γόμβες. καὶ τὸ Κρίσπας ἔρυμα καταπεπονηκὸς τῷ μήκει | |||
| 10 | τοῦ χρόνου, ἔτι μέντοι καὶ Λογγινιάνα καὶ Ποντεσέριον | ||||
| 4.6.24 | 11 | ἐδείματο, ἔργον διαφερόντως ἐξαίσιον. ἐν δὲ Βονωνίᾳ | |||
| 12 | τε καὶ Νοβῷ προμαχεῶνας διερρυηκότας ἀνενεώσατο. | ||||
| 13 | καὶ Ῥατιαρίας πόλεως ὅσα καταπεπτώκει, ὀρθὰ ἐστήσατο. | ||||
| 4.6.25 | 14 | καὶ πολλὰ δὲ ἄλλα κατὰ τὸ χρείᾳξυνοῖσον ἢ βραχέα | |||
| 129 | 15 | κομιδῇ ὄντα ἐπὶ μέγα ἐξῆρεν, ἢ συνέστειλε τὸ περιττὸν | |||
| 16 | ἀφελόμενος, ὅπως δὴ μὴ τοῖς πολεμίοις ἢ τῷ ὑπεράγαν | ||||
| 17 | βραχεῖ ἢ τῷ ἀμέτρῳεὐέφοδα εἴη, ὥσπερ ἀμέλει Μωκα- | ||||
| 18 | τίανα μὲν πύργον ἕνα κατὰ μόνας τὰ πρότερα ὄντα | ||||
| 4.6.26 | 19 | φρούριον τανῦν τελεώτερον κατεστήσατο. τὸ δέ γε Ἀλ- | |||
| 20 | μοῦ, χώρανπεριβεβλημένον πολλήν, ἐς ὀλίγον ξυναγα- | ||||
| 21 | γὼν σὺν τῷ ασφαλεῖ ἄμαχον εἶναιτοῖς πολεμίοις εἰρ- | ||||
| 4.6.27 | 22 | γάσατο. καὶ πολλαχῇ δὲ πύργον ἕνα κατὰ μόνας ἑστῶτα | |||
| 23 | εὑρὼν καὶ διὰ τοῦτο εὐκαταφρόνητον τοῖς ἐπιοῦσιν ὄντα | ||||
| 4.6.28 | 24 | φρούριον ἐχυρώτατον κατεστήσατο. ὅ δὴ περί τε Τρί- | |||
| 25 | κεσαν καὶ Πούτεδιν πεποίηκε. καὶ μὴν καὶ ὀχυρώματα | ||||
| 26 | τοῦ ἐν Κεβρῷ τὰ καταπεπονηκότα θαυμασίως ὡς ἐπη- | ||||
| c | 1 | νώρθωσε· φρούριόν τε οὐ πρότερον ὄν ἐν Βιγραναῇ | |||
| 2 | δεδημιούργηκε, καὶ αὐτοῦ ἄγχισταἕτερον ἐν χωρίῳ, ἐφ᾿ | ||||
| 3 | οὗ δὴ πύργος εἷς τὰ πρότερα ὤν εἱστήκει μόνος, ὄνομα | ||||
| 4.6.29 | 4 | Ὄνος. ἐλέλειπτο δὲ μόνα πόλεως ἐδάφη οὐ πολλῷ ἄπο- | |||
| 5 | θεν. Αὐγοῦστες ὠνομάζετο ἐν τοῖς ἄνω χρόνοις ἡ πόλις. | ||||
| 4.6.30 | 6 | νῦν δὲ τὸ μὲν παλαιὸν ὄνομα ἔχουσα, νέα δὲ καὶ ἀκραι- | |||
| 7 | φνὴς ὅλη πρὸς Ἰουστινιανοῦ βασιλέως γεγενημένη, | ||||
| 4.6.31 | 8 | ὁμίλῳ οἰκητόρων ἐπιεικῶςπλῆθει. ἀλλὰ καὶ πεπον- | |||
| 9 | θότα τοῦ ἐν Ἀεδάβῃ ἐρύματος ἐπηνώρθωσε, καὶ Βα- | ||||
| 10 | ριάνα πόλιν ἐκ παλαιοῦ κειμένην ἀνέστησεν· ἔτι μέν- | ||||
| 11 | τοι καὶ Βαλεριάναν, ἔρυμαπρότερον οὐδὲν ἔχουσαν, | ||||
| 12 | ἐτειχίσατο. | ||||
| 4.6.32 | 13 | πρὸς ἐπὶ τούτοις δὲ καὶ χωρίων οὐ παρὰ τοῦ ποτα- | |||
| 14 | μοῦ κειμένων τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν ὄντων | ||||
| 129 | 15 | ἐπεμελήσατο, πεσούμενων ἐκ τοῦ ἐπὶ πλεῖστον, τειχί- | |||
| 4.6.33 | 16 | σμασί τε αὐτὰ περιβέβληκεν ἀμάχοις τισί. Κάστρα Μάρ- | |||
| 17 | τις τε καὶ Ζητνουκόρτου καὶ Ἰσκὸς τὰ χωρία ἐπικαλεῖται | ||||
| 18 | ταῦτα, παρὰ δὲ τοῦ ποταμοῦ τὴν ὄχθην φρούριον πα- | ||||
| 19 | λαιόν, Οὔννων ὄνομα, ἐπιμελείας ἠξίωσε τά τε ἄλλα καὶ | ||||
| 4.6.34 | 20 | ἀμφὶ τῷπεριβόλῳ πολλῆς. ἔστι δέ τις χῶρος οὐ πολλῷ | |||
| 21 | ἄποθεν τούτου δὴ τοῦ Οὔννων φρουρίου, ἔνθα δὴ ὀχυ- | ||||
| 22 | ρώματα δύο Ἴστρου ποταμοῦ ἐφ᾿ ἑκάτερα ἦν, ἐν μὲν | ||||
| 23 | Ἰλλυριοῖς Παλατίολον ὄνομα, ἐπὶ θάτερα δὲ Συκίβιδα. | ||||
| 4.6.35 | 24 | ταῦτα καθῃρημένα τῷχρόνῳ ἀνανεωσάμενος Ἰουστινια- | |||
| 25 | νὸς βασιλεὺς τῶν ταύτῃ βαρβάρων τὰς ἐπιδρομὰς ἀνε- | ||||
| 26 | χαίτισεν, ἐπέκεινά τε φρούριον ᾠκοδομήσατο, παλαιὸν | ||||
| 4.6.36 | 27 | ἔρυμα, ὅπερ Οὕτως ὠνόμασται. ἐν ὑστάτῳ δὲ τῶν Ἰλ- | |||
| 28 | λυρικῶν ὁρίων φρούριον ἀνῳκοδομήσατο, Λαπιδαρίας | ||||
| 131 | 1 | ὄνομα, καὶ πύργον ἕνα ἑστῶτα μόνον, Λουκερναρια | |||
| 2 | βούργου καλούμενον, ἐς φρούριον ἀξιοθέατον μετεστή | ||||
| 4.6.37 | 3 | σατο. ταῦτα μὲν Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς | |||
| 4 | διαπέπρακται. οὐ μόναις δὲ ταῖς οικοδομίαις τὴν χώραν | ||||
| 5 | ἐτειχίσατο ταύτην, ἀλλὰ καὶ στρατιωτῶν φρουρὰς ἐν | ||||
| 6 | τοῖς ὀχυρώμασι πᾶσιν ἀξιολογοτάτους καταστησάμενος | ||||
| 7 | τὰς τῶν βαρβάρων ἐπιβουλὰς ἀπεκρούσατο. | ||||
| 4.7.1 | 8 | ζ´. τὰ μὲν οὖν Ἰλλυριῶν ὀχυρώματα παρὰ ποταμὸν | |||
| 9 | Ἴστρον ταύτῃ πη ἔχει. ἐπὶ Θρᾷκης δὲ νῦν ἰτέον ἡμῖν | ||||
| 10 | τὰ ἐρύματα, ὅσα δὴ παρὰ τὴν ἐκείνῃ ἀκτὴν Ἰουστινιανῷ | ||||
| 4.7.2 | 11 | βασιλεῖ εἴργασται. οὐ γάρ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι | |||
| 12 | ἅπασαν πρότερον περιηγησαμένῳ τὴν ταύτῃ ἠϊόνα οὕτω | ||||
| 13 | δὴ ἐπελθεῖν καὶ κατὰ τὴν μεσόγαιαν αὐτῷ πεπραγμένα. | ||||
| 4.7.3 | 14 | πρῶτον μὲν οὖν ἐπὶ Μυσούς ἐνθένδε ἴωμεν, οὕσπερ | |||
| 131 | 15 | ἀγχεμάχους οἱ ποιηταὶ καλοῦσιν· ἐπεὶ καὶ χώραν τὴν | |||
| 4.7.4 | 16 | Ἰλλυριοῖς ὅμορον ἔχουσι. μετὰ τὸν χῶρον οὖν, ὅνπερ | |||
| 17 | Λουκερναριαβούργον καλοῦσι, Σεκούρισκα τὸ φρούριον | ||||
| 18 | ᾤκοδομήσατο Ἰουστινιανὸς βασιλεὺς, καινουργήσας αὐτός. | ||||
| 4.7.5 | 19 | ἐπέκεινά τε τὰ πεπονηκότα ἐν Κυντοδήμου ἀνενεώσατο. | |||
| 20 | καὶ μετὰ τοῦτο πόλιν ἐδείματο οὐπρότερον οῦσαν, ἥν- | ||||
| 4.7.6 | 21 | περ ὁμωνύμως τῇ βασιλίδι Θεοδωρόπολιν ἐπωνόμασεν. ἔτι | |||
| 22 | μέντοι φρουρίων τοῦ τε Ἰατρῶν καλουμένου καὶ Τιγᾶς | ||||
| 23 | τὰ πεπονθότα νέᾳ τινὶδιεσώσατο οἰκοδομίᾳ, καὶ τοῖς | ||||
| 24 | Μαξεντίου πύργον ἐντέθεικεν, ἐπεὶ αὐτοῦ προσδεῖν ᾤετο. | ||||
| 4.7.7 | 25 | καὶ τὸ Κυντῶν ἐδείματο φρούριον οὐ πρότερον ὄν μεθ᾿ | |||
| 132 | 1 | ὁ δὴ τὸ Τρασμαρίσκας ὀχύρωμά ἐστιν· οὕπερ καταντι- | |||
| 2 | κρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ Κωνσταντῖνός ποτε Ῥω- | ||||
| 3 | μαίων βασιλεὺς φρούριον οὐκ ἀπημελημένος ᾠκοδομή- | ||||
| 4 | σατο, Δάφνην ὄνομα, οὐκ ἀξύμφορον νενομικὼς εἶναι | ||||
| 4.7.8 | 5 | φυλάσσεσθαι ταύτῃ τὸν ποταμὸν ἑκατέρωθεν. ὃ δὴ προϊ- | |||
| 6 | όντος τοῦ χρόνου βάρβαροι μὲν ἀφανίζουσι τὸ παράπαν, | ||||
| 7 | Ἰουστινιανὸς δὲ ἀνῳκοδομήσατο βασιλεὺς ἐκ θεμελίων | ||||
| 4.7.9 | 8 | ἀρξάμενος. μετὰ δὲ Τρασμαρίσκαν ἔρυμά τε τὸ Ἀλτη- | |||
| 9 | νῶν, καὶ ὅπερ καλοῦσι Κανδιδιάνα, καθῃρημένον πρὸς | ||||
| 10 | αὐτῶν πολεμίων πολλῷ πρότερον, ἐπιμελείας ἠξίωσε | ||||
| 4.7.10 | 11 | κατὰ λόγον τῆςχρείας. ἔστι δὲ τρία ἑξῆς ὀχυρώματα | |||
| 12 | παρὰ τὴν τοῦ Ἴστρου ἠϊόνα, Σαλτουπύργος τε καὶ Δο- | ||||
| 4.7.11 | 13 | ρόστολος καὶ Συκιδάβα. ὧν δὴ ἑκάστου τὰ πεπονθότα | |||
| 4.7.12 | 14 | οὐκ ἀπημελημένως ὁ βασιλεὺς ἐπηνώρθωσε. καὶ Κού- | |||
| 132 | 15 | ηστρις δὲ, ὅπερ κεῖται τῆς ἀκτῆς ἔκτοσθεν, ἐπιμέλειαν | |||
| 16 | τὴν ὁμοίαν πεποίηται. καὶ Πάλματις ἐν στενῷ κεῖμενον | ||||
| 17 | μεῖζόν τε κατεστήσατο καὶ διαφερόντως εὐρύτερον, καί- | ||||
| 4.7.13 | 18 | περ οὐ παρὰ τὴν ἀκτὴν τοῦποταμοῦ ὄν. οὗ δὴ ἄγχιστα | |||
| 19 | καὶ φρούριον Ἄδινα καινουργήσας ἐδείματο, ἐπεὶ διηνε- | ||||
| 20 | κὲς διαλανθάνοντες Σκλαβηνοὶ βάρβαροι ἐνταῦθα ἐνε- | ||||
| 21 | δρεύοντές τε κεκρυμμένως ἀεὶ τοὺς τῇδε ἰόντας ἄβατα | ||||
| 4.7.14 | 22 | ἐποίουν τὰ ἐκείνῃ χωρία. καὶ φρούριον δὲ τὸ Τιλικίων | |||
| 23 | ᾤκοδομήσατο, καὶ αὐτοῦ ἐν ἀριστερᾷ κείμενον ἔρυμα. | ||||
| 4.7.15 | 24 | Οὕτω μὲν καὶ Μυσοῖς τὰ ὀχυρώματα ἐπί τε τῆς ἀκτῆς | |||
| 4.7.16 | 25 | ποταμοῦ Ἴστρου ἔσχε καὶ ταύτης πλησίον. ἐπὶ Σκύθας | |||
| 133 | 1 | δὲ τὸ λοιπὸν βαδιοῦμαι· ἔνθα δὴ φρούριον πρῶτον Κυ- | |||
| 2 | ρίλλου ἁγίου ἐπωνυμόν ἐστιν, οὗπερ τὰ πεπονηκότα τῷ | ||||
| 3 | χρόνῳ ἀνῳκοδομήσατο οὐκ ἀπημελημένως Ἰουστινιανὸς | ||||
| 4.7.17 | 4 | βασιλεύς. ἐπέκεινά τε αὐτοῦ ἦν μὲν ἐκ παλαιοῦ ὀχύρωμα, | |||
| 5 | Οὐλμιτῶν ὄνομα, βαρβάρων δὲ Σκλαβηνῶν ἐπὶ χρόνου | ||||
| 6 | μῆκος ἐκείνῃ τὰς ἐνέδρας πεποιηκότον, διατριβήν τε | ||||
| 7 | αὐτόθι ἐπὶ μακρότατον ἐσχηκότων, ἔρημόν τε παντάπασι | ||||
| 8 | γέγονε, καὶ οὐδὲν αὐτοῦ ὅτι μὴ τὸ ὄνομα, ἐλέλειπτο ἔτι. | ||||
| 4.7.18 | 9 | ὅλον τοίνυν ἐκ θεμελίων δειμάμενος, ἐλεύθερα τῆς τῶν | |||
| 10 | Σκλαβηνῶν ἐπιθέσεώς τε καὶ ἐπιβουλῆς κατεστήσατο εἶναι | ||||
| 4.7.19 | 11 | τὰ ἐκείνῃ χωρία. ἔστι δέ που μετὰ τοῦτο Ἰβιδὰ πόλις, | |||
| 12 | ἧς δὴ τοῦ περιβόλου πολλὰ ἐπέπονθει, ἅπερ ἀνανεωσά- | ||||
| 13 | μενος οὐδεμίᾳ μελλήσει ἐχυρωτά-την διεπράξατο εἶναι. | ||||
| 4.7.20 | 14 | φρούριόν τε δεδημιούργηκε νέον αὐτος μετ᾿ αὐτήν, ὅπερ | |||
| 133 | 15 | Αἴγισσον ὀνομάζουσι. καὶ ἄλλο δὲ φρούριον Σκυθίας | |||
| 16 | ἐν ὑστάτῳ κεῖται, Ἅλμυρις ὄνομα, οὗ δὴ τὰ πολλὰ σα- | ||||
| 17 | θρὰ γεγονότα διαφανῶς ἀνοικοδομησάμενος διεσώσατο. | ||||
| 4.7.21 | 18 | ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇ τῆς Εὐρώπης μοίρᾳ | |||
| 19 | εἰπεῖν ἄξιον. | ||||
| 4.11.14 | 144 | 1 | . ἔστι | ||
| 2 | δέ τις ἐν Ῥοδόπῃ πόλις ἀρχαία, Τόπερος ὄνομα, ἣ ποτα- | ||||
| 3 | μοῦ μὲν ῥεῖθρα περιβάλλεται ἐκ τοῦ ἐπὶ πλεῖστον, λόφον | ||||
| 4 | δὲ αὐτῇ ἐπανεστηκότα ὄρθιον εἶχεν· ἀφ᾿ οὗ δὴ οὐ πολλῷ | ||||
| 4.11.15 | 5 | ἔμπροσθεν Σκλαβηνοῖς βαρβάροις ἑάλω. | |||
| 145 | 1 | ||||
| 2 | |||||
| 3 | καὶ ὅσα δὲ αὐτῷ ὀχυρώματα εἴργασται ἀμφί τε τὴν | ||||
| 4 | ἄλλην Θρᾷκην καὶ τῆν νῦν καλουμένην Αἱμίμοντον, ἐγὼ | ||||
| 5 | δηλώσω. πρῶτα μὲν Φιλιππουπόλεώς τε καὶ Βεροίας, | ||||
| 6 | ἔτι μέντοι Ἀδριανουπόλεώς τε καὶ Πλωτινουπόλεως τά | ||||
| 7 | τε ἐνδέοντα καὶ καταπεπονηκότα σπυδῇ τῇ πάσῃ ᾠκο- | ||||
| 8 | δομήσατο· ἐπεὶ αὐτὰς ἐπιμαχωτάτας ξυνέβαινεν εἶναι, | ||||
| 9 | καίπερ ἔθνεσι γειτονούσας βαρβάροις πολλοῖς. καὶ φρού- | ||||
| 10 | ρια δὲ ἀνάριθμα ἐπὶ Θρᾴκης ἱδρύσατο πάσης, δι᾿ ὧν τὴν | ||||
| 11 | χώραν, ἀποκειμένην τὰπρότερα ταῖς τῶν πολεμίων ἐπι | ||||
| 12 | δρομαῖς, παντάπασιν τανῦν ἀδῄωτον κατεστήσατο. ἔστι δὲ | ||||
| 13 | τὰ φρούρια, ὅσα ἡμᾶς μεμνῆσθαι αὐτῶν, πρὸς ὄνομα τὰδε. | ||||
| 14 | [Ὅσα φρούρια ὁ θειότατος ἡμῶν βασιλεὺς Ἰουστινιανὸς | ||||
| 145 | 15 | ἔκτισεν ἐν χώρᾳ τῇ καλουμένῃ Εὐρώπῃ καὶ Ῥοδόπῃ καὶ | |||
| 16 | Θρᾴκῃ καὶ Αἱμιμόντῳ οὕτως. ] | ||||
| 17 | ἐν Εὐρώπῃ | ||||
| 18 | Λυδικαί | ||||
| 19 | Ἐλαίαι | ||||
| 20 | ἐν Ῥοδόπῃ τὰ καινούρ- | ||||
| 21 | για· | ||||
| 22 | Κασεήρα | ||||
| 23 | Θεοδωρούπολις | ||||
| 24 | τὸ τοῦ Θράσου | ||||
| 25 | Σουδανέλ | ||||
| 26 | Μούνδεπα | ||||
| 27 | Θαρσάνδαλα | ||||
| 28 | Δένιζος | ||||
| 29 | Τόπαρον | ||||
| 30 | Δαλάταρβα | ||||
| 31 | Βρέ | ||||
| 32 | Κουσκάβιρι | ||||
| 33 | Κούσκουλις | ||||
| 146 | 1 | Θρᾴκης· | |||
| 2 | Βόσπαρα | ||||
| 3 | Βεσούπαρον | ||||
| 4 | Καπιστούρια | ||||
| 5 | Βηρίπαρα | ||||
| 6 | Ἰσγίπερα | ||||
| 7 | Ὀζόρμη | ||||
| 8 | Βηρηΐαρος | ||||
| 9 | Ταμονβαρί | ||||
| 10 | Σκέμνας | ||||
| 11 | Καράσθυρα | ||||
| 12 | Πίνζος | ||||
| 13 | Τουλεοῦς | ||||
| 14 | Ἄρζον | ||||
| 146 | 15 | Καστράζαρβα | |||
| 16 | Ζωσίτερσον | ||||
| 17 | Βέργισον | ||||
| 18 | Δίνγιον | ||||
| 19 | Σάκισσος | ||||
| 20 | Κουρτουξοῦρα | ||||
| 21 | Ποταμουκάστελλαν | ||||
| 22 | Εἰσδίκαια | ||||
| 23 | τὸ ἐμπόριον ταύρων κεφά- | ||||
| 24 | λων | ||||
| 25 | Βηλαϊδίπαρα | ||||
| 26 | Σκίτακες | ||||
| 27 | Βέπαρα | ||||
| 28 | Πουσινόν | ||||
| 29 | Ὑμαυπάρουβρι | ||||
| 146 | 30 | Σκαριωτασαλούκρα | |||
| 31 | Αὐγούστας | ||||
| 32 | Οὐρδαούς | ||||
| 33 | τοῦ ἁγίου Τραϊανοῦ | ||||
| 34 | Δέρταλλος | ||||
| 35 | Σολβανοῦ | ||||
| 36 | Βάσκον | ||||
| 37 | Ζίγκυρο | ||||
| 38 | Αἱμιμόντου | ||||
| 39 | Ζημάρκου | ||||
| 40 | Κηριπάρων | ||||
| 41 | Κασιβόνων | ||||
| 42 | τὸ Οὔκου | ||||
| 43 | Ἀντωῖνον | ||||
| 44 | Γεσιλαφοσσάτον | ||||
| 147 | 1 | Χεροῖνον | |||
| 2 | Προβίνου | ||||
| 3 | τοῦ ἁγίου Θεοδώρου | ||||
| 4 | Βουρδέπτω | ||||
| 5 | Ῥακούλη | ||||
| 6 | τοῦ ἁγίου Ἰουλιανοῦ | ||||
| 7 | Τζιταετοῦς | ||||
| 8 | Βηλαστύρας | ||||
| 9 | Γετρίνας | ||||
| 10 | Βρέδας | ||||
| 11 | Βῆρος | ||||
| 12 | Θωκύωδις | ||||
| 13 | Βία | ||||
| 14 | Ἀναγονκλί | ||||
| 147 | 15 | Σούρας | |||
| 16 | Αὐθιπάρου | ||||
| 17 | Δορδᾶς | ||||
| 18 | Σαρμαθῶν | ||||
| 19 | Κλεισοῦρα | ||||
| 20 | Ὑλασιάναι | ||||
| 21 | Θρασαρίχου | ||||
| 22 | Βαῖκα | ||||
| 23 | Χρύσανθος | ||||
| 24 | Μαρκέρωτα | ||||
| 25 | Ζδέβρην | ||||
| 26 | τοῦ ἁγίου Θεοδώρου | ||||
| 27 | Ἄσγαρζος | ||||
| 28 | Βουρτούδγιζ | ||||
| 29 | Ταυρόκωμον | ||||
| 147 | 30 | Νίκη | |||
| 31 | Καβοτούμβα | ||||
| 32 | Δείξας | ||||
| 33 | Γητριστάους | ||||
| 34 | Δέβρη [Γητριστάοιε] | ||||
| 35 | Προβίνου | ||||
| 36 | Κάρβερος | ||||
| 37 | Τηεσιμόντη | ||||
| 38 | Ἀσγίζους | ||||
| 39 | Δαλάταρβα | ||||
| 40 | Θεοδωρούπολις | ||||
| 41 | Τζυειδών | ||||
| 42 | Τζονπολέγων | ||||
| 43 | Βασίβουνον | ||||
| 44 | Ἀγχίαλος | ||||
| 147 | 45 | Μαρκιανόν | |||
| 46 | Κυρίδανα | ||||
| 47 | Βεκοῦλι | ||||
| 48 | τὰ Θρᾳκῶν λειπόμενα | ||||
| 49 | Παρά τε τὸν Εὔξεινον πόν- | ||||
| 50 | τον καὶ ποταμὸν Ἴστρον, | ||||
| 51 | κἀν τῇ μεσογείᾳ, οὗτως· | ||||
| 52 | Μυσίας παρὰ μὲν πο- | ||||
| 53 | ταμὸν Ἴστρον | ||||
| 54 | Ἐρκούλεντε | ||||
| 55 | Σκατρῖνα | ||||
| 147 | 1 | Ἀππίαρα | |||
| 2 | Ἐξεντάπριστα | ||||
| 3 | Δεονίανα | ||||
| 4 | Λιμώ | ||||
| 5 | Ὀδυσσός | ||||
| 6 | Βίδιγις | ||||
| 7 | Ἀρῖνα | ||||
| 8 | Νικόπολις | ||||
| 9 | Ζικίδεβα | ||||
| 10 | Σπίβυρος | ||||
| 11 | Πόλις Κάστελλον | ||||
| 12 | Κιστίδιζος | ||||
| 13 | Βαστέρνας | ||||
| 14 | Μέταλλος | ||||
| 147 | 15 | Βηρίπαρα | |||
| 16 | Σπαθιζός | ||||
| 17 | Μαρκέρωτα | ||||
| 18 | Βόδας | ||||
| 19 | Ζισνούδεβα | ||||
| 20 | Τουρούλης | ||||
| 21 | Ἰουστινιανούπολις | ||||
| 22 | Θερμά | ||||
| 23 | Γεμελλομοῦντες | ||||
| 24 | Ἀσίλβα | ||||
| 25 | Κούσκαυρι | ||||
| 26 | Κούσκουλι | ||||
| 27 | Φοσσᾶτον | ||||
| 28 | Βισδίνα | ||||
| 29 | Μαρκιανούπολις | ||||
| 147 | 30 | Σκυθιάς | |||
| 31 | Γραψώ | ||||
| 32 | Νονώ | ||||
| 33 | Τροσμής | ||||
| 34 | Νεαϊοδουνώ | ||||
| 35 | Ῥεσιδίνα | ||||
| 36 | Κωνσταντιανά | ||||
| 37 | Καλλάτις | ||||
| 38 | Βασσίδινα | ||||
| 39 | Βελεδίνα | ||||
| 40 | Ἄβριττος | ||||
| 41 | Ῥουβοῦστα | ||||
| 42 | Δινισκαρτα | ||||
| 43 | Μοντερεγῖνε | ||||
| 44 | Βέκις | ||||
| 147 | 45 | Ἀλτῖνα | |||
| 46 | Μανρόβαλλε | ||||
| 47 | Τίγρα | ||||
| 48 | Σκεδεβά | ||||
| 49 | Νόβας | ||||
| 50 | ἐν δὲ τῇ μεσογείᾳ | ||||
| 51 | Κοπούστορος | ||||
| 52 | Βιργινασώ | ||||
| 53 | Τιλλιτώ | ||||
| 149 | 1 | Ἀγκυριανά | |||
| 2 | Μουριδεβά | ||||
| 3 | Ἴτζης | ||||
| 4 | Καστελλόνοβο | ||||
| 5 | Παδισάρα | ||||
| 6 | Βισμαφά | ||||
| 7 | Βαλεντινιάνα | ||||
| 8 | Ζάλδαπα | ||||
| 9 | Ἀξίοπα | ||||
| 10 | Καρσώ | ||||
| 11 | Γρατίανα | ||||
| 12 | Πρέϊδις | ||||
| 13 | Ἀργαμώ | ||||
| 14 | Παυλίμανδρα | ||||
| 149 | 15 | Τζάσκλις | |||
| 16 | Πούλχρα Θεοδώρα | ||||
| 17 | Τόμις | ||||
| 18 | Κρέας | ||||
| 19 | Κατασσοῦ | ||||
| 20 | Νίσκονις | ||||
| 21 | Νοβεϊουστινιανά | ||||
| 22 | Πρεσιδίω | ||||
| 23 | Ἐργαμία (Haury καὶ λοιπά.) |