Περὶ κτισμάτων (De Aedificiis)
Pag. 1
(4.1.1. F 4.4.3 = Haury 102, 1 F 116, 35)
| Pag.2 | Pag.3 | De Aedificiis | Index |
Book Chapt. Pgph. |
Haury |
Greek text |
Traducere | Obs. | |
Page |
Row |
||||
| 4.1.1 | 102 | 1 | α´. πέλαγος μέγα νηῒ διαπλεῦσαι ἀπαρασκεύῳ μοχθη- | ||
| 2 | ρόν τε ἡγοῦμαι εῖναι καὶ κινδύνων μεγάλων ἀτεχνῶς | ||||
| 3 | ἐμπλέων. ταὐτὸ δέ ἐστι τὰς ´Ιουστινιανοῦ βασιλέως | ||||
| 4.1.2 | 4 | οἰκοδομίας λόγῳ φαυλοτάτῳ διαμετρήσασθαι. ψυχῆς γὰρ | |||
| 5 | μεγέθει ὁ βασιλεὺς οὗτος τὰ τε ἄλλα, ὡς εἰπεῖν, ἅπαντα | ||||
| 6 | καὶ τὰς ἐς τὰς οἰκοδομίας οὐδέν τι ἧσσον λόγου διαπέ- | ||||
| 4.1.3 | 103 | 1 | πρακται κρείσσω. ἐν δὲ δὴ τῇ Εὐρώπῃ καὶ τὴν ὑπουρ- | ||
| 2 | γίαν ἐναρμόσασθαι τῷ τῆς χρείας ἀξιώματι διὰ σπουδῆς | ||||
| 3 | ἔχων ἔργα οὐκ εὐδιήγητα οὐδὲ εἰς συγγραφὴν διαπεπό- | ||||
| 4.1.4 | 4 | νηται πρόχειρα. γεγένεται γὰρ ἐπαξίως τῷ τε γειτονή- | |||
| 5 | ματι ποταμοῦ ῎Ιστρου καὶ τῇ ἐνθένδε διὰ τοὺς ἐγκειμέ- | ||||
| 4.1.5 | 6 | νους τῇ χώρᾳ βαρβάρους ἀνάγκη. ἔθνη γὰρ αὐτῇ γει- | |||
| 7 | τονοῦντα διακεκλήρωται Οὐννικά τε καὶ Γοτθικά, καὶ | ||||
| 8 | τὰ ἐν Ταύροις καὶ τὰ ἐν Σκύθαις ἀνταίρει, καὶ ὅσα | ||||
| 9 | Σκλαβηνοὶ καὶ ὅσα ἄττα, εἴτε Σαυρομάτας `Αμαξοβίους | ||||
| 10 | εἴτε Μετανάστας ταῦτα δὲ ἐκάλουν τὰ ἔθνη οἱ τῶν ἱστο- | ||||
| 11 | ριῶν ἀναγραψάμενοι τὰ ἀρχαιότατα, καὶ εἴ τι ἄλλο θη- | ||||
| 12 | ριῶδες ἀνθρώπων γένος ἢ νέμεσθαι, ἢ ἱδρύσαι ἐνταῦθα | ||||
| 4.1.6 | 13 | ξυμβαίνει. οἷς δὲ ἀπέραντα πολεμίουσιν ὑπαντιάζειν | |||
| 14 | διατεινομένῳ ´Ιουστινιανῷ βασιλεῖ πάρεργόν τε οὐδὲν | ||||
| 15 | ποιουμένῳ ἐπάναγκες ἤν ἐρύματά τε περιβάλλεσθαι ἀνά- | ||||
| 16 | ριθμα καὶ στρατιωτῶν ἀμύθητα φυλακτήρια καταστή- | ||||
| 17 | σασθαι, καὶ ὅσα ἄλλα πολεμίοις ἀνεπικηρυκεύτοις τε καὶ | ||||
| 4.1.7 | 18 | ἀνεπιμίκτοις ἐμπόδια εἴη. οἷς δὲ τοῖς πολεμίοις τὸν | |||
| 19 | πόλεμον οὐκ ἐξ αἰτίας ἐγειρομένοις ποιεῖσθαι νόμος, | ||||
| 20 | οὐδὲ μετὰ πρεσβείαν ἐπενεγκεῖν, οὐδὲ μὴν οὐδὲ ξυνθή- | ||||
| 21 | καις διαλῦσαι τισιν, ἢ κατὰ χρόνον ἀνακωχεῦσαι, ἀλλ´ | ||||
| 22 | ἐγχειρῆσαι μὲν ἀπροφασίστως, καταλῦσαι δὲ σιδήρῳ μόνῳ. | ||||
| 23 | ἀλλὰ καὶ ὣς ἐπὶ τῆς ἱστορίας τὰ λειπόμενα βαδιούμεθα. | ||||
| 4.1.8 | 24 | ἔργου γὰρ ἀρξαμένους τρόπῳ ὁτῳοῦν ἐς πέρας ἀφῖχθαι | |||
| 25 | ξυνοίσει μᾶλλον ἢ ἀτελεύτητον ἀπολιπόντας ὀπίσω ἰέναι. | ||||
| 4.1.9 | 104 | 1 | ἐπεὶ καὶ ἄλλως ἄν οὐκ ἕξω κατηγορίας τὸ πρᾶγμα εἴη, | ||
| 2 | βασιλέα μὲν τὸν ἡμέτερον εἰργάσθαι τὰ ἔργα, ἡμᾶς δὲ | ||||
| 4.1.10 | 3 | τοὺς ὑπὲρ αὐτῶν ἀποκνεῖν λόγους. μέλλοντας δὲ τα | |||
| 4 | Εὐροπαῖα τούτου δὴ τοῦ βασιλέως διαριθμεῖσθαι οἰκο- | ||||
| 5 | δομήματα, ὀλίγα ἄτατ ἀμφὶ τῇδε τῇ χώρᾳ ὑπειπεῖν ἄξιον. | ||||
| 4.1.11 | 6 | ἐκ τοῦ ´Αδριατικοῦ καλουμένου πελάγους ἐπιρροή τις | |||
| 7 | διωθουμένη τε καὶ ἀποσαλεύουσα τῆς θαλάσσης | ||||
| 8 | ἐπὶ τὴν ἤπειρον ἀναβαίνει, καὶ σχίζουσα τὴν γῆν ἐπὶ | ||||
| 9 | πλεῖστον ποιεῖται τὸν ´Ιὸνιον κόλπον, ἐν δεξιᾷ μὲν Ἠπει- | ||||
| 10 | ρώτας τε καὶ τὰ ἐκεῖνῃ ἔθνη, ἐν ἀριστερᾷ δὲ Καλαβροῦς | ||||
| 11 | ἔχουσα, ἐν τε πορθμῷ ἐπὶ μακρότατον θλιβομένη περι- | ||||
| 4.1.12 | 12 | λαμβάνει τὴν ἤπειρον σχεδόν τι πᾶσαν. καθύπερθε δὲ | |||
| 13 | ἀντιπρόσωπος τῇ θαλάσσῃ φερόμενος ποταμὸς ῎Ιστρος | ||||
| 4.1.13 | 14 | γῆς τῆς Εὐρώπης νησοειδῆ (:) τὴν γῆν τίθεται. ἐνταῦθα | |||
| 15 | οἰκοδομήματα πολλά τε καὶ ἀχιολογώτατα ὁ βασιλεύς οὗτος | ||||
| 4.1.14 | 16 | πεποίηται. πᾶσαν γὰρ Εὐρώπην ἐς τὸ ἀσφαλὲς τειχισά- | |||
| 17 | μενος ἀπρόσβατον κατεστήσατο βαρβάροις εἶναι, οἵ δὴ | ||||
| 18 | ὑπερ ῎Ιστρου ποταμοῦ ᾤκηνται. | ||||
| 4.1.15 | 19 | ἀλλά μοι ἀπὸ τῆς τοῦ βασιλέως ἀρκτέον πατρίδος, ἅ | |||
| 20 | πασῶν μάλιστα τά τε πρωτεῖα ἐν πᾶσι τοῖς ἄλλοις καὶ | ||||
| 4.1.16 | 21 | τοῦδε τὰς ἀπαρχὰς τοῦ λόγου δοτέον. αὐτῇ γὰρ ἄν μόνῃ | |||
| 22 | ὀγκοῦσθαί τε διαθρύπτεσθαι καὶ ἀποσεμνύνεσθαι | ||||
| 23 | πρέποι βασιλέα `Ρωμαίοις θρεψαμένῃ τε καὶ παρασχο- | ||||
| 24 | μένῃ τοιοῦτον, οὗ δὲ τὰ ἔργα καὶ λόγῳ εἰπεῖν καὶ γραφῇ | ||||
| 25 | παρακαταθέσθαι ἀμήχανον. | ||||
| 4.1.17 | 26 | ἐν Δαρδάνοις που τοῖς Εὐρωπαίοις, οἳ δὴ μετὰ τοὺς | |||
| 27 | ´Επιδαμνίων ὄρους ᾤκηνται, τοῦ φρουρίου ἄγχιστα, ὅπερ | ||||
| 105 | 1 | Βεδερίανα ἐπικαλεῖται, χωρίον Ταυρίσιον ὄνομα ἦν, ἔν- | |||
| 2 | θεν ´Ιουστινιανὸς βασιλεὺς ὁ τῆς οἰκουμένης οἰκιστὴς | ||||
| 4.1.18 | 3 | ὥρμηται. τοῦτο μὲν οὖν τὸ χωρίον ἐν βραχεῖ τειχισά- | |||
| 4 | μενος κατὰ τὸ τετράγωνον σχῆμα καὶ γωνίᾳ ἑκάστῃ πύρ- | ||||
| 5 | γον ἐνθέμενος Τετραπυργίαν εἶναί τε καὶ καλεῖσθαι | ||||
| 4.1.19 | 6 | πεποίηκε. παρ´ αὐτὸ δὲ μάλιστα τὸ χωρίον πόλιν ἐπι- | |||
| 7 | φανεστάτην ἐδείματο, ἥνπερ ´Ιουστινιανὴν ὠνόμασε Πρῖ- | ||||
| 8 | μαν (πρώτη δὲ τοῦτο τῇ τῶν Λατινῶν φωνῇ δύναται) ταῦτα | ||||
| 4.1.20 | 9 | τῇ θρεψαμένῃ τροφεῖα ἐκτίνων. καίτοι `Ρωμαίους ἐχρῆν | |||
| 10 | ἅπαντας τοῦτο δὴ ἀλλήλοις ἐπικοινοῦσθαι τὸ ὄφλημα, | ||||
| 4.1.21 | 11 | ἐπὶ καὶ σωτῆρα ἐθρέψαντο ἡ χώρα κοινὸν ἅπασιν. ἐν- | |||
| 12 | ταῦθα δὲ καὶ ὀχετὸν τεκτηνάμενος ὕδασι τὴν πόλιν ἀειρ- | ||||
| 4.1.22 | 13 | ρύτοις διεπράξατο ἐπιεικῶς πλήθειν. πολλὰ δὲ καὶ ἄλλα | |||
| 14 | τῷ τῆς πόλεως οἰκιστῇ ὑπέρογκά τε καὶ λόγου πολλοῦ | ||||
| 4.1.23 | 15 | διαπεπόνηται ἄξια. θεοῦ μὲν θεμένη διαριθμεῖσθαι οὐ | |||
| 16 | ῥᾴδια, καταγώγια δὲ ἀρχόντων φράζεσθαι λόγῳ ἀμήχανα, | ||||
| 17 | στοῶν μεγέθη, ἀγορῶν κάλλη, τὰς κρήνας, τὰς ἀγυιὰς, | ||||
| 4.1.24 | 18 | τὰ βαλανεῖα, τὰ πωλητήρια. πόλις ἁπλῶς μεγάλη καὶ | |||
| 19 | πολυάνθρωπος καὶ τὰ ἄλλα εὐδαίμων καὶ οἵα τῆς χώρας | ||||
| 20 | ἁπάσης μητρόπολις εἶναι. εἰς ἀξιώματος γὰρ τοσόνδε | ||||
| 4.1.25 | 21 | ἥκει. πρὸς δὲ καὶ τῶν ´Ιλλυριῶν ἀρχιερέα διακεκλήρωται, | |||
| 22 | τῶν ἄλλων πόλεων αὐτῇ, ἅτε πρώτῃ τὸ μέγεθος οὔσῃ, | ||||
| 23 | ἐξισταμένων. ὥστε καὶ ἀνθυπούργηκε τῷ βασιλεῖ κλέος‧ | ||||
| 4.1.26 | 24 | ἡ μὲν γὰρ τροφίμῳ ἀποσεμνύνεται βασιλεῖ, ὁ δὲ ἀντι- | |||
| -H106 | 1 | φιλοτιμεῖται δεδεμιουργηκέναι τὴν πόλιν. καί μοι ἄχρι | |||
| 4.1.27 | 2 | τοῦδε εἰπεῖν ἀποχρῆσει. ἅπαντα γὰρ ἐς τὸ ἀκριβὲς λεπτο- | |||
| 3 | λογεῖσθαι ἀμήχανον, ἐπεὶ τῷ βασιλεῖ προσηκούσης τῆς | ||||
| 4 | πόλεως ἐλασσοῦσθαι αὐτῆς ἅπαντα λόγον ἐπάναγκες. | ||||
| 4.1.28 | 5 | ἔτι μέντοι καὶ Βεδερίανα τὸ φρούριον ἀνοικοδομη- | |||
| 6 | σάμενος ὅλον πολλῷ ὀχυρώτερον κατεστήσατο. ἦν δέ | ||||
| 7 | τις ἐν Δαρδάνοις ἐκ παλαιοῦ πόλις, ἥπερ Οὐλπιᾶνα ὠνό- | ||||
| 4.1.29 | 8 | μαστο. ταύτης τὸν περίβολον καθελὼν ἐκ τοῦ ἐπὶ πλεῖ- | |||
| 9 | στον (ἦν γὰρ σφαλερὸς ἐς τὰ μάλιστα καὶ ὅλως ἀρχεῖος) | ||||
| 10 | ἄλλα τε αὐτῇ παμπλητῆ ἐγκαλλωπίσματα ποιησάμενος, | ||||
| 11 | ἔς τε τὴν νῦν μεταθέμενος εὐκοσμίαν, Σεκοῦνδαν αὐτὴν | ||||
| 4.1.30 | 12 | ´Ιουστινιανὴν ἐπωνόμασε. σεκοῦνδαν γὰρ τὴν δευτέραν | |||
| 13 | Λατῖνοι λέγουσι. καὶ ἄλλην δὲ αῇ πλησίον ἐδείματο | ||||
| 14 | πόλιν οὐ πρότερον οὖσαν, ἥνπερ ´Ιουστινούπολιν τῷ θείῳ | ||||
| 4.1.31 | 15 | ὁμωνύμως ἐκάλεσεν. ἀλλὰ καὶ Σαρδικῆς καὶ Ναϊσουπόλε- | |||
| 16 | ως, ἔτι μέντοι Γερμανίας τε καὶ Πανταλείας διερρωγότα | ||||
| 17 | τῷ χρόνῳ τὰ τείχη εὑρὼν οἰκοδομησάμενός τε ξὺν τῷ ἀ | ||||
| 4.1.32 | 18 | σφαλεῖἄμαχα τοῖς πολεμίοιςδιεπράξατο εἶναι. καὶ πο- | |||
| 19 | λίχνια δὲ τούτων δὴ μεταξὺ ἐδείματο τρία, Κράτισκαρά | ||||
| 20 | τε καὶ Κουιμέδαβα καὶ `Ρουμισίανα οὕτω μὲν οὖν τάσ- | ||||
| 4.1.33 | 21 | δε τὰς πόλεις ἐκ θεμελίων ἀνέστησε. πρόβολον δὲ ἰσχυρό- | |||
| 22 | τατον αὐτῶν τε καὶ πάσης Εὐρώπης ῎Ιστρον ποταμὸν | ||||
| 23 | ποιεῖσθαι ἐθέλων, ἐρύμασι τοῦ ποταμοῦ τὴν ἠϊόνα περι- | ||||
| 24 | βάλλει συχνοῖς, ὥσπερ μοι γεγράψεται οὐ πολλῷ ὕστε- | ||||
| 25 | ρον, φυλακτήριά τε στρατιωτῶν πανταχόθι τέθειται τῆς | ||||
| -H107 | 1 | ἀκτῆς, ἀναχαιτίσοντα τὴν διάβασιν βεβαιότατα τοῖς τῇδε | |||
| 4.1.34 | 2 | βαρβάροις. ἀλλὰ καὶ τούτων οἱ ἐξειργασμένων, ὑπόπτως | |||
| 3 | ἐς τῆς ἀνθρωπείας ἐλπίδος τὸ σφαλερὸν ἔχων, λογισά- | ||||
| 4 | μενός τε ὡς εἰ τοῖς πολεμίοις ὅτῳ δή ποτε τρόπῳ δια- | ||||
| 5 | πορθμεύσασθαι δυνατὰ εἴη, ἐπιθήσονται ἀφυλάκτοις τὸ | ||||
| 6 | παράπαν τοῖς ἄγροις οὖσι, καὶ ἀνθρώπους μὲν ἐξανδρα | ||||
| 7 | ποδιοῦσιν ἡβηδὸν ἅπαντας, χρήματα δὲ ληΐσονται πάντα, | ||||
| 8 | οὐκ ἐπὶ κοινῆς αὐτοῖς μόνον τὴν ἀσφάλειαν ἐν τοῖς κατὰ | ||||
| 9 | τὸν ποταμὸν ὀχυρώμασιν ἀπέλιπεν εἶναι, ἀλλὰ καὶ ἰδίαν | ||||
| 4.1.35 | 10 | πεποίηται‧ οὕτω συνεχῆ τὰ ἐρύματα ἐν τοῖς χωρίοις | |||
| 11 | ἀπεργασάμενος ὥστε ἄγρος ἕκαστος ἢ φρούριον ἀποτε | ||||
| 12 | τόρνευται, ἢ τῷ τετειχισμένῳ πρόσοικός ἐστιν, ἐνταῦθά | ||||
| 13 | τε κἀν τῇ Ἠπείρῳ τῇ τε νέᾳ καὶ τῇ παλαιᾳ καλουμένῃ. | ||||
| 4.1.36 | 14 | οὗ δὴ καὶ πόλις αὐτῷ πεποίηται ´Ιουστινιανούπολις, ἡ | |||
| 15 | πρότερον ´Αδριανούπολις καλουμένη. | ||||
| 4.1.37 | 16 | ἀνενεώσατο δὲ Νικόπολίν τε καὶ Φωτικὴν καὶ τὴν | |||
| 17 | Φοινίκην ὠνομασμένην. αἱ δύο αὗται πολίχνιαι, ἥ τε | ||||
| 18 | Φωτικὴ καὶ ἡ Φοινίκη, ἐν τῷ χθαμαλῷ τῆς γῆς ἔκειντο, | ||||
| 4.1.38 | 19 | ὕδασι περιρρεόμεναι τῇδε λιμνάζουσι. διὸ δὲ λογισά- | |||
| 20 | μενος ´Ιουστινιανὸς βασιλεὺς εἶναι ἀμήχανα ἐπὶ στερρᾶς | ||||
| 21 | θεμελίων συνθήκης περιβόλους αὐταῖς ἀναστῆναι, αὐτὰς | ||||
| 22 | μὲν ἐπὶ σχήματος τοῦ αὐτοῦ εἴασε, φρούρια δὲ αὐτῶν | ||||
| 23 | ἀγχοτάτω ἔν τε ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ ἐδείματο. | ||||
| 4.1.39 | 24 | ἦν δέ τις ἐνταῦθα πόλις ἀρχαία, ὕδασιν ἐπιεικῶς κατα- | |||
| 25 | κορὴς οὖσα, ὀνόματός τε τῆς τοῦ χωρίου φύσεως <ἀξίου | ||||
| 4.1.40 | 26 | ἐπιτυχοῦσα>. Εὔροια γὰρ ἀνέκαθεν ὠνομάζετο. ταύτης | |||
| 27 | δὲ τῆς Εὐροίας οὐ πολλῷ ἄποθεν λίμνη κέχυται καὶ | ||||
| 28 | νῆσος κατὰ μέσον ἀνέχει καὶ λόφος αὐτῇ ἐπανέστηκε. | ||||
| 4.1.41 | 108 | 1 | διαλείπει δὲ ἡ λίμνη τοσοῦτον, ὅσον τινὰ ἐν εἰσόδου | ||
| 4.1.42 | 2 | μοίρᾳ τῇ νήσῳ λελεῖφθαι. ἔνθα δὲ βασιλεὺς τοὺς τῆς | |||
| 3 | Εὐροίας μεταβιβάσας οἰκήτορας, πόλιν ὀχυρωτάτην οἰκο- | ||||
| 4 | δομησάμενος ἐτειχίσατο. | ||||
| 4.2.1 | 5 | β´. μετὰ δὲ τὴν ῎Ζπειρον ὅλην Αἰτωλούς τε καὶ ´Ακαρ- | |||
| 6 | νάνας παραδραμόντι ὅ τε Κρισαῖος ἐκδέχεται κόλπος καὶ | ||||
| 7 | ὅ τε ´Ισθμὸς ἥ τε Κόρινθος καὶ τὰ ἄλλα τῆς `Ελλάδος | ||||
| 8 | χωρία. ἔνθα δὲ τῆς παρ´ αὐτοῦ τὰ μάλιστα προνοίας | ||||
| 4.2.2 | 9 | ἠξίωνται. μάλιστα <δὲ> πάντων θαυμάσειεν ἄν τις ὁπό- | |||
| 10 | σοις περιβόλοις ἐτειχίσατο τὴν `Ρωμαίων ἀρηήν. τῶν τε | ||||
| 11 | γὰρ ἄλλων προὐνόησε πάντων καὶ οὐχ ἥκιστα τῶν ἐν | ||||
| 4.2.3 | 12 | Θερμοπύλαις ἀνόδων. πρῶτα μὲν οὖν τὰ τείχη ἐς ὕψος | |||
| 13 | αὐτῷ ἀνέστη μέγα. ἦν γὰρ, εἴ τις προσίοι, εὐπετῶς | ||||
| 14 | ἁλωτὰ καὶ οὐ τετειχισμένα τὰ ὄρη, ἅ ταύτῃ ἀνέχει, ἀλλ´ | ||||
| 4.2.4 | 15 | ἀποτετριγχωμένα ἐδοκει εἶναι. οἷς δὴ καὶ διπλᾶς τὰς | |||
| 16 | ἐπάλξεις ἐντέθειται πάσας. κατὰ ταὐτὰ δὲ κἀν τῷ φρου- | ||||
| 17 | ρίῷ ἐξείργασται, ὅπερ ἐνταῦθα ἐκ παλαιοῦ ἦν παρέργως | ||||
| 4.2.5 | 18 | οὕτω πεποιημένον τοῖς πάλαι ἀνθρώποις. διαρκές τε | |||
| 19 | γὰρ αὐτὸ ὕψος ἐντέθεικε καὶ διπλοῦς προμαχῶνας | ||||
| 4.2.6 | 20 | πεποίηται. πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀνύδρῳ παντάπασιν | |||
| 4.2.7 | 21 | ὄντι ταμιεῖον ὑετίων ὑδάτων ἐπετεχνήσατο. ἔπειτα δὲ | |||
| 22 | καὶ ἀνόδους πολλὰς ἀφυλάκτους τε καὶ ἀτειχίστους τὰ | ||||
| 4.2.8 | 23 | πρότερα οὔσας ἐς τὸ ἀκριβὲς ἐτειχίσατο. θαυμάσειεν ἄν | |||
| 24 | τις εἰκότως τὸν Περσῶν βασιλέα, ὅτι δὴ χρόνον ἐνταῦθα | ||||
| 25 | κατατρίψας πολύν, μίαν τινὰ στενὴν ἀτραπὸν εὕρατο, | ||||
| 26 | καὶ ταῦτα προδοτῶν `Ελλήνων τυχών, ὁδῶν τε ἀτειχίστων | ||||
| 4.2.9 | 27 | ἐκείνῃ πολλῶν καὶ ἁμαξιτῶν σχεδόν τι οὐσῶν. ἥ τε γὰρ | |||
| 28 | θάλασσα τοὺς πρόποδας ἐπικλύζουσα τῶν ὀρῶν, ἀνεστο- | ||||
| 109 | 1 | μωμένας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐποιεῖτο εἶναι τὰς ἐνθένδε | |||
| 2 | ἀνόδους, καὶ σεράγγων τε καὶ χαραδρῶν ἀδιεξόδων ἐν- | ||||
| 3 | ταῦθα οὐσῶν, ἀμήχανα ἔδοξεν εἶναι τοῖς πάλαι ἀνθρώ- | ||||
| 4 | ποις τειχίσμασιν ἐς τὸ ἀκριβὲς περιβαλέσθαι τὰ διῃρη- | ||||
| 5 | μένα τῇ φύσει, τῇ τε πρὸς τὰ χαλεπώτατα τῶν ἔργων | ||||
| 6 | ὀκνήσει ἀταλαίπωρον ἀφέμενοι τὴν ἀσφάλειαν ἐπὶ τῇ | ||||
| 7 | τύχῃ κατέλιπον, ἐς τὴν ἐσομένην βαρβάροις τῆς ὁδοῦ | ||||
| 4.2.10 | 8 | ἄγνοιαν ἀποθέμενοι τὰς τῆς σωτηρίας ἐλπίδας. ἐπεὶ | |||
| 9 | πρὸς τὴν ταλαιπωρίαν ἀπολέγοντες ἀεὶ ἄνθρωποι, τὰ | ||||
| 10 | σφίσιν αὐτοῖς δυσκολώτατα δόξαντα εἶναι οὐδὲ ἄλλοις | ||||
| 4.2.11 | 11 | τισὶν οἴονται ῥᾴδια ἔσεσθαι. διὸ δὴ οὐκ ἄν τις ἔτι φι- | |||
| 12 | λονεικίη μὴ οὐχὶ ἀνθρώπων ἁπάντων, οἳ δὴ ἐς τὸν | ||||
| 13 | πάντα αἰῶνα γεγένηται, ´Ιουστινιανὸν βασιλέα προμη- | ||||
| 14 | θέστατον γεγονέναι καὶ διαφερόντως ἐπιμελέστατον, ᾧ | ||||
| 15 | γε οὐδὲ θάλασσα χαλεπὴ γέγονε, γειτνιῶσά τε τοῖς ὄρεσι | ||||
| 16 | καὶ περιχεομένη καὶ ἐπικλύζουσα, ἐν κλυδωνίῳ τε καὶ | ||||
| 17 | ψάμμῳ ὑγρᾷ τοῖς θεμελίοις στηρίζεσθαι, καὶ τοῖς ἐναν- | ||||
| 18 | τιωτάτοις διαφανῶς ἐναρμώζεσθαι, ἀνθρώπων τε προσ- | ||||
| 4.2.12 | 19 | χωρεῖν τέχνῃ καὶ βιαζομένοις ὑπείκειν. οὐ μέντοι οὐδὲ | |||
| 20 | τάς τε λόχμας καὶ νάπας ἀλλήλαις ἀνάψας, οὐδὲ τὴν | ||||
| 21 | θάλασσαν τῷ ὄρει ἐναρμοσάμενος ὁ βασιλεὺς οὗτος, ὅλην | ||||
| 22 | τε τὴν `Ελλάδα περιβαλὼν τοῖς ὀχυρώμασι, κατέπαυσε | ||||
| 23 | τὴν ὑπὲρ τῶν κατηκόων σπουδήν, ἀλλὰ καὶ φρούρια | ||||
| 24 | πολλὰ τοῦ τείχους ἐντὸς ἐτεκτήνατο, ἄξια τύχης τῆς ἀν- | ||||
| 25 | θρωπείας βεβουλευμένος, ἅ βέβαιον οὐδὲν οὐδὲ ἀκατα- | ||||
| 4.2.13 | 26 | γώνιστον γίνεται. ὥστε εἰ τοῖς τείχεσι τούτοις τρόπῳ | |||
| 27 | ὁτῳοῦν ἣ χόνῳ ἁλῶναι ξυμβαίη, ἐν τοῖς φρουρίοις τὰ | ||||
| 4.2.14 | 28 | φυλακτήρια διασώζοιτο. καὶ μὴν καὶ σιτῶνας ἐν τῷ | |||
| 110 | 1 | ἀσφαλεῖ καὶ ὑδάτων ἔλυθρα πανταχόθι πεποίηται, στρα- | |||
| 2 | τιώτας τε φρουροὺς ἐς δισχιλίους μάλιστα τῇδε ἱδρύ- | ||||
| 3 | σατο‧ ὃ οὐδέ τις τῶν πρώην βασιλέων πώποτε ἐκ τοῦ | ||||
| 4.2.15 | 4 | παντὸς χρόνου πεποίηκεν. ἀφύλακτα γὰρ τὸ παράπαν | |||
| 5 | τὰ τείχη ταῦτα ἄνωθέν τε καὶ ἐς ἐμὲ ἦν, ἀγροίκων | ||||
| 6 | τῶν ἐπιχωρίων τινὲς τῶν πολεμίων καταθεόντων μεθαρ- | ||||
| 7 | μοσάμενοι τὴν δίαιταν ἐν τῷ παραυτίκα, ἐπὶ καιροῦ τε | ||||
| 8 | αὐτο σχεδιάζοντες τὰ πολέμια, ἐκ περιτροπῆς ἐνταῦθα | ||||
| 9 | ἐφροῦρουν, ἁλωσιμοί τε τοῖς πολεμίοις ἀπειρίᾳ τοῦ ἔργου | ||||
| 10 | ῥᾷστα ξὺν τῇ `Ελλάδι ἐγίνοντο, ταύτῃ τε τῇ σμικρολογίᾳ | ||||
| 11 | ἡ ξώρα ἐπὶ μακρότατον ἀπέκειτο ἐπιοῦσι βαρβάροις. | ||||
| 4.2.16 | 12 | οὕτω μὲν ´Ιουστινιανὸς βασιλεὺς τὰ ἐν Τερμοπύλαις | |||
| 13 | ἐρύματα ἐκρατύνατο. καὶ πόλεων δὲ ἁπασῶν, αἵπερ | ||||
| 14 | αὐτῶν ἐκτὸς τῇ χώρᾳ ἐξικανοῦσιν οὖσαι, ξὺν ἐπιμελείᾳ | ||||
| 15 | πολλῇ τείχη ᾠκοδομήσατο ἰσχυρά, ἔν τε Σάκκῳ καὶ | ||||
| 16 | `Υπάτῃ καὶ Κορακίοις καὶ Οὐννῳ καὶ Βαλέαις καὶ τῷ | ||||
| 4.2.17 | 17 | καλουμένῳ Λεονταρίῳ. ἐν δὲ τῇ `Ζρακλείᾳ πεποίηται | |||
| 18 | τάδε. ἐξ ´Ιλλυριῶν ἐς `Ελλάδα ἰόντι, ὄρη δύο ἐπὶ μακρό- | ||||
| 19 | τατον ἀλλήλοιν ὡς ἀγξοτάτω ξυνίασι, στενωπὸν ἐν βραχεῖ | ||||
| 20 | ἀπεργαζόμενα τὴν μεταξὺ χώραν (κλεισούρας νενομίκασι | ||||
| 4.2.18 | 21 | τὰ τοιαῦτα καλεῖν)‧ πηγὴ δὲ κατὰ μέσον κάτεισιν, ἐν μὲν | |||
| 22 | ὥρᾳ θερινῇ πότιμον ἀποβλύζουσα καὶ καθαρὸν ὕδωρ | ||||
| 23 | ἀπὸ τῶν ὀρῶν, ἅ ταύτῃ ἀνέχει, ἐς ρύακά τε ἀποκεκριμένη | ||||
| 4.2.19 | 24 | βραχύν. ἐπειδὰν δὲ ὕοι, χειμάρρους ἐνταῦθα ἐπικυρ- | |||
| 25 | τοῦται ὑψηλός τε ὑπερφυῶς καὶ δεινῶς ἄγριος ἐπὶ πλεῖ- | ||||
| 26 | στον τῶν ἐκείνῃ σκοπέλων ἀπὸ τῶν χαραδρῶν συνάγων | ||||
| 4.2.20 | 27 | τὸ ρεῦμα. ἐνθένδε τοῖς βαρβάροις εἰσιτητὰ τε Θερ- | |||
| 111 | 1 | μοπύλας οὐδενὶ πόνῳ ἐγίνετο καὶ τὴν ταύτῃ `Ελλάδα. | |||
| 4.2.21 | 2 | τοῦ δὲ στενοποῦ ἐφ´ ἑκάτερα δύο ἐκ παλαιοῦ ὀχυρώματα | |||
| 3 | ἦν, πὴ μὲν `Ζράκλεια πόλις, ἧσπερ ἐπεμνήσθην ἀρτίως, | ||||
| 4 | πὴ δὲ ὁ Μυροπώλης καλούμενος, οὐκ ὀλίγῃ διεστηκὼς | ||||
| 4.2.22 | 5 | χώρᾳ. ταῦτα δὲ ἄμφω τὰ ὀχυρώματα ἐν ἐρειπίοις ἐκ | |||
| 6 | παλαιοῦ ὄντα ´Ιουστινιανὸς ἀνῳκοδομήσατο βασιλεὺς καὶ | ||||
| 7 | διατειχίσματι τὸν στενωπὸν ὀχυρωτάτῳ περιβαλών, τούτῳ | ||||
| 8 | τε συνάψας ὄρος ἑκάτερον τοῖς μὲν βαρβάροις τὴν δίο- | ||||
| 9 | δον ἀνεχαίτισε, τῷ δὲ χειμάρρῳ ἐπάναγκές ἐστι λιμνά- | ||||
| 10 | ζοντι τοῦ τείχους ἐντός, εἶτα ἐφύπερθεν αὐτοῦ φερομένῳ | ||||
| 11 | ὅπῃ παρατύχοι ἰέναι. | ||||
| 4.2.23 | 12 | Καὶ πόλεις δὲ τῆς `Ελλάδης ἁπάσας, αἵπερ ἐντός εἰσι | |||
| 13 | τῶν ἐν Θερμοπύλαις τειχῶν, ἐν τῷ βεβαίῳ κατεστήσατο | ||||
| 4.2.24 | 14 | εἶναι, τοὺς περιβόλους ἀνανεωσάμενος ἅπαντας. κατερη- | |||
| 15 | ρίπεσαν γὰρ πολλῷ πρότερον, ἐν Κορίνθῳ μὲν σεισμῶν | ||||
| 16 | ἐπιγενομένων ἐξαισίων, ´Αθήνησι δὲ καὶ Πλαταιᾶσι κἀν | ||||
| 17 | τοῖς ἐπὶ Βοιωτίας χωρίοις χρόνου μὲν μήκει πεπονηκότες, | ||||
| 18 | ἐπιμελησαμένου δὲ αὐτῶν οὐδενὸς τῶν πάντων ἀνθρώ- | ||||
| 4.2.25 | 19 | πων. ἐπίμαχον δὲ ἢ ἀφύλακτον οὐδὲν εἴασεν, ἐπεὶ αὐτῷ | |||
| 20 | προεγρηγορότι τῶν κατηκόων ἔννοια γέγονεν οἱ ὡς βάρ- | ||||
| 21 | βαροι καταθέοντες, ἄν οὕτω τύχῃ, τά γε ἀμφὶ Θερμο- | ||||
| 22 | πύλας χία, ἐπειδὰν τάχιστα πύθωνται οὐδὲν αὐτοῖς | ||||
| 23 | ὄφελος ἔσεσθαι ὑπερβεβηκόσι τὸ ἔρυμα τοῦτο, τειχήρους | ||||
| 24 | πανταχόθι γεγενημένης τῆς ἄλλης `Ελλάδος, ἐθελοκακή- | ||||
| 25 | σουσιν αὐτίκα δὴ μάλα ἐξεπιστάμενοι ὡς πολιορκεῖν | ||||
| 4.2.26 | 26 | σφίσι πόλιν ἑκάστην ἐπάναγκες ἔσται. προσδοκία γὰρ | |||
| 112 | 1 | μηκυνομένη ταλαιπωρεῖν οὐκ ἀνέχεται, οὐδὲ ἀναβαλλο- | |||
| 2 | μένης ὠφελείας ἐφίεται, ἀλλ´ ἀποδίδοται τῆς περὶ ταῦτα | ||||
| 3 | ὀκνήσεως τὴν μέλλουσαν τύχην. | ||||
| 4.2.27 | 4 | Ταῦτα διαπεπραγμένος ´Ιουστινιανὸς βασιλεύς, ἐπεὶ | |||
| 5 | τὰς ἐν Πελοποννήσῳ πόλεις ἁπάσας ἀτειχίστους ἐμάν- | ||||
| 6 | θανεν εἶναι, λογισάμενος ὅτι δή οἱ πολὺς τετρίψεται | ||||
| 7 | χρόνος, εἰ κατὰ μιᾶς ἐπιμελοῖτο, τὸν ´Ισθμὸν ὅλον ἐν | ||||
| 8 | τῷ ἀσφαλεῖ ἐτειχίσατο, ἐπεὶ αὐτοῦ καταπεπτώκει τὰ πολλὰ | ||||
| 4.2.28 | 9 | ἤδη. φρούριά τε ταύτῃ ἐδείματο καὶ φυλακτήρια κατε- | |||
| 10 | στήσατο. τούτῳ δὲ τῷ τρόπῳ ἄβατα τοῖς πολεμίοις | ||||
| 11 | ἅπαντα πεποίηκεν εἶναι τὰ ἐν Πελοποννήσῳ χωρία, εἰ | ||||
| 12 | καί τι ἐς τὸ ἐν Θερμοπύλαις ὀχύρωμα κακουργήσοιεν. | ||||
| 13 | ἀλλὰ ταῦτα μὲν τῇδε κεχώρηκε. | ||||
| 4.3.1 | 14 | γ´. πόλις δὲ ἦν τις ἐπὶ Θεσσαλίας, Διοκλητιανούπολις | |||
| 15 | ὄνομα, εὐδαίμων μὲν τὸ παλαιὸν γεγενημένη, προϊόντος | ||||
| 16 | δὲ τοῦ χρόνοῦ βαρβάρων οἱ ἐπιπεσόντων καταλυθεῖσα | ||||
| 17 | καὶ οἰκετόρων ἔρημος γεγονυῖα ἐπὶ μακρότατον‧ λίμνη | ||||
| 18 | δέ τις αὐτῇ ἐν γειτόνων τυγχάνει οὖσα, ἣ Καστορία | ||||
| 19 | ὠνόμασται. καὶ νῆσος κατὰ μέσον τῆς λίμνης τοῖς ὕδασι | ||||
| 4.3.2 | 20 | περιβέβληται. μία δὲ εἰς αὐτὴν εἴσοδος ἀπὸ τῆς λίμνης | |||
| 21 | ἐν στενῶ λέλειπται, οὐ πλέον ἐς πεντεκαίδεκα διήκουσα | ||||
| 4.3.3 | 22 | πόδας. ὄρος τε τῇ νήσῳ ἐπανέστηκεν ὑψηλὸν ἄγαν, ἥμισυ | |||
| 23 | μὲν τῇ λίμνῃ καλυπτόμενον, τῷ δὲ λειπομένῳ ἐγκείμενον. | ||||
| 4.3.4 | 24 | διὸ δὲ ὁ βασιλεὺς οὗτος τὸν Διοκλητιανουπόλεως ὑπερ- | |||
| 25 | ιδὼν χῶρον ἅτε που διαφανῶς εὐέφοδον ὄντα καὶ πεπον- | ||||
| 26 | θότα πολλῷ πρότερον ἅπερ ἐρρήθη, πόλιν ἐν τῇ νήσῳ | ||||
| 27 | ὀχυρωτάτην ἐδείματο, καὶ τὸ ὄνομα, ὡς τὸ εἰκός, ἀφῆκε | ||||
| 4.3.5 | 28 | τῇ πολει. ἐπὶ: μέντοι ´Εχιναίου τε καὶ Θηβῶν καὶ Φαρ- | |||
| 113 | 1 | σάλου καὶ ἄλλων ἐπὶ Θεσσαλίας πόλεων ἁπασῶν, ἐν | |||
| 2 | αἷς Δημητριάς τέ ἐστι καὶ Μητρόπολις ὄνομα καὶ Γόμφοι | ||||
| 3 | καὶ Τρίκα, τοὺς περιβόλους ἀνανεωσάμενος, ἐν τῷ ἀσφα- | ||||
| 4 | λεῖ ἐκρατύνατο, χρόνῳ τε καταπεπονηκότας μακρῷ, εὐπε- | ||||
| 5 | τῶς τε ἁλωτοὺς ὄντας, εἴ τις προσίοι. | ||||
| 4.3.6 | 6 | ἀλλ´ ἐπεὶ ἐς Θεσσαλίαν ἀφίγμεθα, φέρε δή, τῷ λόγῳ | |||
| 7 | ἐπί τε τὸ ὄρος τὸ Πήλιον καὶ Πηνειὸν ποταμὸν ἴωμεν. | ||||
| 4.3.7 | 8 | ῥεῖ μὲν ἐξ ὄρους τοῦ Πηλίου πρᾴῳ τῷ ῥείθρῳ ὁ Πηνειός, | |||
| 9 | ώράϊσται δὲ αὐτῷ περιρρεομένη πόλις ἡ Λάρισσα, τῆς | ||||
| 10 | Φθίας ἐνταῦθα οὐκέτι οὔσης, τοῦτο δὲ τοῦ μακροῦ | ||||
| 4.3.8 | 11 | χρόνου τὸ διαπόνημα. φέρεται δὲ ὁ ποταμὸς οὗτος εὖ | |||
| 12 | μάλα προσηνῶς ἄχρι ἐς θάλασσαν. εὔφορός τε οὖν | ||||
| 13 | ἐστιν ἡ χώρα καρπῶν παντοδαπῶν καὶ ποτίμοις ὕδασι | ||||
| 14 | κατακορὴς ἄγαν, ὥνπερ ὀνίνασθαι ὡς ἥκιστα εἶχον περί- | ||||
| 15 | φοβοι ὄντες οἱ τῇδε ᾠκημένοι διηνεκὲς καὶ καραδοκοῦν- | ||||
| 16 | τες ἀεὶ τοὺς βαρβάρους ἐγκείσεσθαι σφίσιν‧ ἐπεὶ οὐδαμῆ | ||||
| 17 | τῶν ταύτῃ χορίων ὀχύρωμα ἦν, ὅπη ἂν καταφυγόντες | ||||
| 4.3.9 | 18 | σωθήσονται. ἀλλὰ καὶ Λάρισσαν καὶ Καισάρειαν, πεπο- | |||
| 19 | νηκότων σφίσιν ὑπεράγαν τῶν ἐρυμάτων, σχεδόν τι | ||||
| 4.3.10 | 20 | ἀτειχίστους εἶναι ξυνέβαινε. βασιλεὺς δὲ ´Ιουστινιανὸς | |||
| 21 | ἄμφω τείχη ἰσχυρότατα ποιησάμενος γνησίᾳ τὴν χώραν | ||||
| 4.3.11 | 22 | εὐδαιμονίᾳ ξυνῴκισεν. οὐ πολλῷ δὲ ἄποθεν ὄρη ἀνέχει | |||
| 23 | ἀπόκρημνα, οὐρανομήκεσιν ἀμφιλαφῆ δένδροις‧ οἰκεῖα | ||||
| 4.3.12 | 24 | δὲ Κενταυροῖς τὰ ὄρη. καὶ γέγονε Λαπίθαις ἐν τῇδε τῇ | |||
| 25 | χώρᾳ πρὸς τὸ Κενταύρων γένος ἡ μάχη, ὡς οἱ μῦθοι | ||||
| 26 | ἡμῖν ἐκ παλαιοῦ ἰσχυρίζονται, νεανιευόμενοι γεγονέναι | ||||
| 114 | 1 | ἀνθρώπων γένος ἐν τοῖς ἄνω χρόνοις ἀλλόκοτον καὶ | |||
| 4.3.13 | 2 | ζῴων φύσιν τινὰ δυοῖν σύμμικτον. ἀφῆκε δέ τι καὶ τῷ | |||
| 3 | μύθῳ ἐν προσηγορίᾳ μαρτύριον ὁ παλαιὸς χρόνος, φρού- | ||||
| 4 | ρίου ἐν τοῖς τῇδε ὄρεσιν ὄντος. Κενταυρόπολις γὰρ τὸ | ||||
| 4.3.14 | 5 | χωρίον καὶ εἰς ἐμὲ ὀνομάζεται. οὗπερ τὸ τεῖχος ´Ιουστι- | |||
| 6 | νιανὸς βασιλεὺς καταπεπτωκὸς ἤδη σὺν Εὐρυμένῃ τῷ | ||||
| 7 | φρουρίῳ ἐνταῦθά πη ὄντι καὶ ταὐτὸ πεπονθότι ἀνοικο- | ||||
| 4.3.15 | 8 | δομησάμενος ἐκρατύνατο. πολλὰ δὲ καὶ ἄλλα φρούρια | |||
| 9 | ἐπὶ Θεσσαλίας ὁ βασιλεὺς οὗτος ἀνενεώσατο, ὧνπερ τὰ | ||||
| 10 | ὀνόματα σὺν τοῖς ἐν Μακεδονίᾳ τετειχισμένοις ἐν κατα- | ||||
| 11 | λόγῳ γεγράψεταί μοι οὐ πολλῷ ὕστερον. | ||||
| 4.3.16 | 12 | ἀλλὰ νῦν, ἵνα μηδὲν τῆς `Ελλάδος ἀπολειφθείη μένον | |||
| 13 | ἄρρητον, ἐς Εὔβοιαν ἡμῖν νῆσον ἰτέον, ἐπεὶ ´Αθηνῶν | ||||
| 4.3.17 | 14 | τε καὶ Μαραθῶνος ἄγχιστα ἕστηκεν. Εὔβοια τοίνυν ἡ | |||
| 15 | νῆσος ἥδε προβέβληται μὲν τῆς `Ελλάδος εἰς θάλασσαν, | ||||
| 16 | δοκεῖ δέ που ἀπενεχθῆναι, μιᾶς μὲν οὔσης τῆς γῆς πρό- | ||||
| 4.3.18 | 17 | τερον, ἀποσχισθείσης δὲ πορθμῷ ὕστερον. ῥήγνυσι γάρ | |||
| 18 | τις τὴν ἤπειρον ἐνταῦθα τῆς θαλάσσης ἐπιρροὴ ἀμφὶ | ||||
| 19 | Χαλκίδα πόλιν, ἐν στενῷ τε ξυνιοῦσα καὶ ταῖς ὄχθαις | ||||
| 4.3.19 | 20 | ἑκατέρωθι σφιγγομένη ἐς ρύακος εὗρος. καὶ νῆσος μὲν | |||
| 21 | τὸ ἀποτετμημένον τῆς γῆς γέγονεν‧ Εὔριπος δὲ ὁ πορ- | ||||
| 4.3.20 | 22 | θμὸς ἐπωνόμασται. τοιαύτη μὲν οὖν τις ἡ Εὔβοια τυγ- | |||
| 23 | χάνει οὖσα‧ ζεῦγμα δὲ τῷ πορθμῷ μία τις ἐγκειμένη | ||||
| 24 | ποιεῖται δοκός‧ ἥνπερ ἐπιτιθέντες μέν, ἡνίκα ἄν ἅ βουλο- | ||||
| 25 | μένοις σφίσιν, οἱ ἐπιχώριοι ἠπειρῶται δοκοῦσιν εἶναι καὶ | ||||
| 26 | εἰς γῆν τὴν ἀντιπέρας πεζοὶ ἴασιν, ἀφαιρούμενοι δὲ ταῖς | ||||
| 27 | τε ἀκάτοις διαπορθμεύονται τὸν ἀνάπλουν καὶ νησιῶται | ||||
| 115 | 1 | γίνονται αὖθις, ἑνός τε ξύλου ἐπιβολῇ ἀφαιρέσει καὶ | |||
| 2 | πεζεύουσι καὶ ναυτίλλονται‧ * * * ἐντὸς καθειργμένην | ||||
| 4.3.21 | 3 | καλοῦσι Παλλήνην. τὴν μέντοι εἴσοδον διατειχίσματι | |||
| 4 | τὸ παλαιὸν καταλαβόντες οἱ ἐπιχώριοι, ταύτῃ τε τὴν | ||||
| 5 | ἑκατέρωθι συζεύξαντες θάλασσαν, πόλιν ἐνταῦθα ἐδεί- | ||||
| 6 | μαντο, ἥν πάλαι μὲν Ποτίδαιαν, τανῦν δὲ Κασανδρίαν | ||||
| 4.3.22 | 7 | ὀνομάζουσιν. οὕτω δὲ τὰς ἐνταῦθα οἰκοδομίας ὁ χρόνος | |||
| 8 | διέφθειρε πάσας ὥστε δὲ Οὐννικόν τι ἔθνος οὐ πολλῷ | ||||
| 9 | πρότερον καταθέοντες τὰ ἐκεινῃ χωρία, ὥσπερ τι δια- | ||||
| 10 | χειρίζοντες οἷόν τι πάρεργον, τό τε ξύμβαμα τοῦτο καὶ | ||||
| 11 | τὴν πόλιν ἄφοβοι ἐξεῖλον, καίπερ ἐξ οὗ γεγόνασιν ἄν- | ||||
| 4.3.23 | 12 | θρωποι τειχομαχήσαντες πώποτε. ἀλλὰ καὶ τοῦτο | |||
| 13 | ´Ιουστινιανῶ βασιλεῖ γέγονε πρόφασις ἀρετήν τε καὶ | ||||
| 4.3.24 | 14 | μεγαλοφροσύνην ἐνδείξασθαι. τοῖς γὰρ ξυμπίπτουσι | |||
| 15 | χαλεποῖς ἀντίξουν ποιούμενος ἀεὶ τὴν αὐτοῦ πρόνοιαν, | ||||
| 16 | τῶν ξυμβεβηκότων τὰ πονηρότατα ταῖς ἐπιγινομέναις | ||||
| 4.3.25 | 17 | ἀγαθοεργίαις εὐθὺς μεταβιβάζεται ἐς τύχην ἀμείνω. καὶ | |||
| 18 | Παλλήνης ἀμέλει πόλιν τε τὴν προβεβλημένην τῆς χώρας | ||||
| 19 | ἁπάσης καὶ τὸ κατὰ τὴν εἴσοδον διατείχισμα τοῖς ἐπι- | ||||
| 20 | βουλεύειν ἐθέλουσιν ἄμαχόν τε καὶ ἀνανταγώνιστον διε- | ||||
| 4.3.26 | 21 | πράξατο διαφανῶς εἶναι. ταῦτα μὲν οὖν ἐν πράξεσιν | |||
| 22 | αὐτῷ ταῖς ἐπὶ Μακεδονίαν διαπεπόνηται. | ||||
| 4.3.27 | 23 | ῥεῖ δέ τις ποταμὸς Θεσσαλονίκης οὐ πολλῷ ἄποθεν, | |||
| 24 | `Ρήχιος ὄνομα‧ ὅς δὴ ξώραν ἀγαθήν τε καὶ γεώδη περιερ- | ||||
| 25 | χόμενος τὰσ ἐκβολὰς εἰς θάλασσαν τὴν ἐκείνῃ ποιεῖται. | ||||
| 4.3.28 | 26 | προσηνὴς δὲ ὁ ποταμός ἐστι, γαληνὸν τὸ ὕδωρ καὶ πό- | |||
| 4.3.29 | 27 | τιμον, ἡ γῆ χθαμαλή, ἀρόματα πολλά, ἕλος εὔνομον. καὶ | |||
| 28 | ταύτῃ μὲν εὐδαιμονίας ἡ χώρα εὖ ἔχει, βαρβάροις δὲ | ||||
| 116 | 1 | λίαν εὐέφοδος οὖσα ἐτύγχανεν, οὔτε φρούριον ἐν σημεί- | |||
| 4.3.30 | 2 | οις τεσσαράκοντα οὔτε ἄλλο τι ἔρυμα ἔχουσα. διὸ δὴ ὁ | |||
| 3 | βασιλεὺς παρά τε τὰς τοῦ `Ρηχίου ποταμοῦ ἐκβολὰς καὶ | ||||
| 4 | τὴν τῆς θαλάσσης ἠϊόνα φρύριον ήσατο ἐχυρώτα- | ||||
| 5 | τον, καινουργήσας αὐτός, ὅπερ ´Αρτεμίσιον ἐπωνόμασται. | ||||
| 4.4.1 | 6 | δ´. ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇδε τῇ τῆς Εὐρώ- | |||
| 7 | πης πεποίηται μοίρᾳ εἰπεῖν ἄξιον. καὶ εἰ μὲν παρ´ ἄλλοις | ||||
| 8 | ἀνθρώπων τισὶ μακράν τε ᾤκομένοις καὶ πολιτείαν ἕτε- | ||||
| 9 | ραν ἔχουσι τὸν κατὰλογον ἐποιούμεθα τῶν τῇδε φρου- | ||||
| 10 | ρίων, ἅπερ ´Ιουστινιανῷ βασιλεῖ εἴργασται, ἵνα δὴ ἔμελ- | ||||
| 11 | λεν ὁ λόγος ἀμάρτυρος εἶναι, εὖ οἶδ´ ὅτι μυθολόγος τε | ||||
| 12 | ἄν τῶν ἔργων τῷ ἀρίθμῳ ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως. | ||||
| 4.4.2 | 13 | νῦν δὲ (ἥ τε γὰρ ὄψις οὐ μακράν που τυγχάνει οὖσα | |||
| 14 | καὶ παμπληθεῖς ἄγαν οἱ ἐκεῖθεν ἐπιχωριάζοντες ἡμῖν | ||||
| 15 | ἄνθρωποι) φέρε δὴ νεανιευσάμενοι τὴν ἀλήθειαν ἐχέγ- | ||||
| 16 | γυον οὖσαν, ἀπαριθμησώμεθα μηδεμιᾷ ὀκνήσει τὰ ὀχυ- | ||||
| 17 | ρώματα, ὅσα δὴ ἀμφὶ τὰς χώρας τάς μοι ἔναγχος δεδη- | ||||
| 18 | λωμένας πεποίηται ´Ιουστινιανὸς βασιλεύς, ἢ τὰ πεπο | ||||
| 19 | νηκότα ἐρυμάτων ἀνανεούμενος, ἢ νέα τείχη ἐπιτεχνώ | ||||
| 4.4.3 | 20 | μενος. οὐδὲν δὲ χεῖρον ὡς ἐν καταλόγῳ ἐπελθεῖν ἅπαντα, | |||
| 21 | ὡς μὴ τῶν ὀνομάτων ἐπιμιξίᾳ ὄχλος τις ἐπιγένηται τῷ | ||||
| 22 | λόγῳ πολύς. | ||||
| 23 | φρούρια μὲν οὖν νέα | ||||
| 24 | πρὸς τοῦ βασιλέως ἐν | ||||
| 25 | Ἠπείρῳ <νέᾳ> γεγένηται | ||||
| 26 | τάδε‧ | ||||
| 27 | Βουλπιανσός | ||||
| 28 | ´Επίστερβα | ||||
| 29 | Σκημινίτης | ||||
| 30 | ῎Αονα | ||||
| 31 | Στεφανιακόν | ||||
| 32 | ῎Αργος | ||||
| 33 | ´Αλίουλα | ||||
| 34 | Δυρράχιν | ||||
| 35 | ὁ ἅγιος Σαβιανός |