Inscriptiones ad linguas thraco-daco-moesianas pertinentes (ILTDM)

Scythia Minor

Book
Nr.
Text
Ct.
Modern Place
Ancient Place
Date
Note
ISM 1 4 ἔδοξε τῆι βου[λῆι· ἐπιμηνιεύοντος Ἀ]-

γαθοκλέους [τοῦ δεῖνος, ὁ δεῖνα (e.g.) Θεο]-

γνήτου εἶπε[ν· ἐπειδὴ πρότερόν τε Σώπα]-

τρος ἀνὴρ ἀγ[αθὸς γενόμενος περὶ τὸν]

δῆμον ἡμῶ[ν διατετέλεκεν ἑαυτὸν]

εὔχρηστο[ν παρεχόμενος, ἀπόδειξιν τὴν ἀ]-

ρίστην ποιο[ύμενος ἐμ παντὶ καιρῶι τῆς]

εἰς τὴν π[όλιν εὐνοίας, περὶ ὧν καὶ]

πλείους [αὐτῶι ἀπομεμαρτυρήκασιν]
ἐπὶ τὸ δη[μόσιον, καὶ νῦν δὲ προαιρού]-

μενος τ[ῆι πόλει χρείας παρέχεσθαι]

πολλοῖς [τῶν πολιτῶν αἴτιος ἐγένετο]

τῆς σω[τηρίας ἀνασώσας αὐτοὺς ἐκ τῆς]

αἰχμαλ[ωσίας, αἱρεθεὶς δὲ πρεσβευτὴς]

Τωμέα [— — — — — — — — — — ἐκ τῶν ἰ]-

δίων α[— — — — — — — — — — — — —]

ενε[— — — — — — — — — — — — — — —]

R Istria Istria   =SEG 2.446
ISM 1 8 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπιμηνι-
εύοντος Θεοκρίτου, Πυθοτέλης Ἀρχελό-
χου εἶπεν· ἐπειδὴ Διόδωρος Θρασυκλέ-
ους, Πρόκριτος Φερεκλέους, Κλέαρχος
Ἀριστομάχου ταχθέντες πρέσβεις
ὑπὲρ τῶν ὁμήρων πρὸς Ζαλμοδεγι-
κον ἀπεδήμησάν τε διὰ τῆς πολε-
μίας πάντα κίνδυνον ὑπομείναν-
τες καὶ πᾶσαν προθυμίαν παρασχό[με]-
νοι ἐκομίσαντο τοὺς ὁμήρους, ὄντα[ς]
πλείους ἢ ἑξήκοντα, καὶ τὰς προσόδου[ς]
συνέπεισαν ἀποδοῦνα[ι α]ὐτὸν τῶι δή-
μωι, δεδόχθαι τῆι βου[λ]ῆι [κα]ὶ τῶι δήμωι
ἀναγράψαι αὐτοὺς καὶ ἐκγόνους εὐεργέ-
τας τοῦ δήμου καὶ στ[ε]φανοῦσθαι αὐ-
τοὺς καὶ ἐκγόνους ἐμ πᾶσι τοῖς θεάτροις
χρυσῶι στεφάνωι δι’ ἀνδραγαθίαν καὶ
εὔνοιαν τὴν εἰ[ς] τὸν δῆμον, ὅπως φιλο-
τιμῶνται καὶ οἱ ἄλλοι περὶ τὴν πόλιν εἰδό-
τες ὅτι ὁ δῆ[μος] τιμᾶι τοὺς ἀγαθοὺς ἄν-
δρας· ἀναγράψαι δὲ τοὺς ἡγεμόνας τὸ ψή-
φισμα εἰς [στήλας δ]ύο καὶ στῆσαι τὴμ μὲν
[ἐ]ν τῆι ἀγορ[ᾶι πρ]ὸ τῆς στοᾶς, τὴν δὲ πρὸ τοῦ
[β]ωμοῦ τοῦ Διὸ̣ς̣ τοῦ Πολιέως.
R Istria Istria IIIa SEG 18.288
ISM 1 9

ἔδοξε τῆι βουλῆι καὶ τῶι δ[ήμωι]·

ἐπιμηνιεύοντος Δ[ιο]νυσί[ου τοῦ]

[Ἱ]έρωνος, οἱ ἄρχοντε[ς εἶπαν]·

ἐπειδὴ Ἡφαιστίων Μ[άτριος]

Καλλατιανός, ὀφειλομ[ένου]

[α]ὐτῶι πα[ρ]ὰ τῆι πόλει δαν[είου πα]-

τρικοῦ χρυσῶν τριακοσ[ίων κα]-

[τ]ὰ συγγραφ[ὴ]ν ἐξ ἐτῶν π[λειόνων]

καὶ τόκων ἐπιγενομένω[ν οὐκ ὀλί]-

γων, ἀνὴρ καλὸς καὶ ἀγα[θὸς γε]-

νόμενος καὶ συμπεριε[νεγχθεὶς]

τοῖς τῆς πόλεως καιροῖ[ς, τοὺς]

μὲν τόκους παρῆκεν, χρ[υσοῦς]

τετρακοσίους, τὸ δὲ [ὀφει]-

λόμενον κατὰ τὴν συγγ[ραφήν],

χρυσοῦς τριακοσίους, σ[υνετά]-

ξατο κομιεῖσθαι ἀτόκου[ς ἐν ἔτε]-

σιν δυσίν, ἐπῃνῆσθαι ἐπὶ το[ύτοις Ἡ]-

φαιστίονα Μάτριος Καλλα[τιανὸν]

R Istria Istria IIIa SEG 18.289
ISM 1 15

ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπιμηνιεύοντος Δι-

[ον]υσίου τοῦ Βιάνορος, Ἀπολλώνιος Κλεομβρότου εἶ[π]-

[ε]ν· ἐπειδὴ Ἀγαθοκλῆς Ἀντιφίλου, πατρὸς ὢν εὐεργ-

[έ]του, ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὢν διατελεῖ περὶ τὴν π[ό]-

5

λιν καὶ τοὺς π[ο]λίτας, πρόθυμον ἑαυτὸν παρεχόμενο[ς]

[ἐ]μ πᾶσι τοῖς τῆς πόλεως καιρ̣οῖς ἔν τε ταῖς ἀρχαῖς κα[ὶ]

ταῖς ἐπιμελείαις καὶ συνεδρ̣είαις λέγων καὶ πράσσ[ων]

ἀεὶ τὰ βέλτ[ισ]τα δι[α]τελεῖ τῶι δήμωι· τῆς τε [πόλεως]

οὔσης ἐν τα[ρ]αχῆι καὶ πειρατευ[όν]των Θραικῶν οὐκ [ὀλί]-

10

γων τήν τ̣[ε χ]ώραν καὶ τὴν [πόλ]ι[ν], τ[ῶ]ν δ[ὲ θ]ερῶν ὄντ[ων]

[ὑ]πογύων καὶ τῶν πολιτῶν ἐν ἀγωνίαι καθεστώτ[ων], α[ἱρε]-

[θ]εὶς τοξάρχης καὶ λαβὼν στρατιώτας μισθοφόρους [δι]ε[φύ]-

λαξε τήν τε χώραν καὶ τὰ θέρη ἐποίησε[ν] τοὺς πολίτ[ας]

[ἀ]βλαβῶς συναγαγεῖν· Θραικῶν τε τῶν̣ πε[ρὶ] Ζ[ολτην με]-

15

[τ]ὰ̣ στρατοπέδου μείζον[ος π]αραγ[ιν]ομέ̣[νων εἴς τε τὴν]

Σκυθίαν καὶ τὰς [Ἑ]λληνίδας πόλεις τὰς [τασσομένα]ς ὑπ[ὸ βασι]-

λέα Ῥημαξον, α<ἱρ>εθεὶς πρεζβευτὴς {²⁶πρεσβευτὴς}²⁶ ἀπ̣ε[δήμησ]εν [διὰ τῆς]

πολεμίας ἔθνη πλείονα διελθὼν ο[ὐδένα κίν]δυνον ὑπ[οστει]-

[λ]άμενος καὶ ἔπεισε τοὺς βαρβάρ̣ους μ[ὴ μόν]ον [μὴ βιά]-

20

σασθαι τὴν πόλιν ἡμῶν, ἀλλὰ καὶ [τὰ κ]τ̣[ή]ν[η τὰ πρ]ότε[ρ]ον ὑπ[ὸ πει]-

ρατῶν συ̣[ν]απηγμένα τῶι̣ [δήμωι ἀποδοῦ]ναι [ ... ὑπὸ Ζο]λτ[ην {²Ζ[ . ]ΛΤ, (facs.)}² τε]-

ταγμένων ἀναζητήσα[ν]τας [ἀνασῶισαι π]άντα· [κα]ὶ μ[ετὰ]

[τ]ούτων ἔσπευσεν αὐτοὺς Γ[ ... 10-12 ... ]ΕΙΣΙΑ[ . ]ΜΗ[ .. ]ΣΙ[ .. ]

τὴν πόλιν δοῦναι πέντ[ε τ(άλαντα)? ὥ]στ[ε] συνθέσθαι πρὸς τὴν [πό]-

25

λιν ὑπὲρ β̣ίου· μετὰ δὲ ταῦτα, ἐμβ[αλό]ν̣των αὐτῶν εἰς τὴν χ[ώρ]-

αν καὶ Βιζώνην μὲν πολιορκούντων τήν τε χώραν πορθο[ύν]-

των, τῶν δὲ θερῶν ἡμῖν ὄντων ὑπογύων, αἱρεθεὶ[ς]

πρεζβευτὴς καὶ ἀπο{ι}δημήσας {²⁶ἀποδημήσας}²⁶ ἐπὶ τὸ στρα[τό]-

[π]εδον, τῶν πολιτῶν αὐτῶι πρόσταγμα δόντων κ̣[α]-

30

τὰ τρόπον ἐξαγοράζειν τὴν χώραν καὶ τὰ θέρη, ἔπεισ[ε]

Ζολτην καὶ τοὺς Θρᾶικας, [ἀ]πὸ χρυσῶν ἑξ[ακ]οσίων μ[ὴ ἐμ]-

[βα]λε<ῖ>ν εἰς τὴν χώραν μήτε ἐγγῖσαι τῆς πόλεως, δι’ [ὃ] συνέ[βη τοὺς]

[π]ολίτας [κ]υριεῦσαι πάντων [τ]ῶν ἀπὸ τῆς χώρας καρ̣[πῶν· πά]-

λιν δὲ αἱρεθεὶς πρ[ε]ζ[β]ευτὴς εἰς τὴν Θράικην κα̣[ὶ πρὸς]

35

[τὸ]ν ἄρχοντα αὐτῶν Ζ[ολ]τη[ν], ἀ[νε]νεώσατ[ο] μ̣[ὲν] τὰ[ς γε]-

[γε]νημένας ὁμολογίας καὶ συνθήκ̣[ας πρὸς α]ὐτούς· αἰσθόμεν-

[ος] δὲ συναγωγήν τινα γινομένη[ν πειρ]ατῶν πλειό[ν]ων, ἐν[έ]-

[δει]ξεμ μ̣ὲν τῶι Ζολτηι, ἐνεφάνισεν̣ [δ’ ἀνε]λθὼν καὶ τοῖς πολ[ί]-

[ταις, δ]ι’ ὃ συνέβη τὴν ἐπιβουλὴν αὐτ[ῶν] ἄ[π]ρακτον [γ]ενέσ[θαι]·

40

[παραβά]ν[τ]ων δὲ τῶν Θρ[αι]κῶν τοὺς ὅ[ρκ]ους καὶ τὰς ὁμο[λογίας]

[καὶ π]οιο[υ]μένων ἐπιδρομ[ὰς] συνεχε[ῖ]ς, αἱρεθεὶς ὑπὸ τοῦ [δή]-

[μο]υ στρα[τη]γὸς ἐπὶ τῆς [χώ]ρας [αὐ]τοκράτωρ, λαβὼν τῶ̣[ν τε]

[π]ολιτῶν ἐ[θελ]οντὰς στρατιώτας καὶ τῶν συμφευγόν[των]

[β]αρβάρων ε[ἰς τὴ]ν̣ πόλιν, διετήρησεν ἀσφαλῶς τήν τε χώρα[ν]

45

[κ]αὶ τὰ κτήν[η καὶ τὰ] θέρη μέχρι τῆς διαβάσεως τῆς το[ῦ]

[βα]σιλέως Ῥη[μαξου]· διαβάντος τε τοῦ βασιλέως εἰς τὸ [πέ]-

[ρα]ν, φυλακὴν δ[ὲ διὰ τὸ δέ]ος οὐ καταλιπόντος, ἀποστείλ[αν]-

[το]ς δὲ ἀγγέλου[ς καὶ ἀπ]αιτοῦντος τὸν φόρον, τῆς χώρα[ς]

[οὔ]σης ἐμ πολέμωι, αἱρε[θεὶ]ς̣ πρεζβευτὴς καὶ ἀποδημήσα[ς]

50

[κα]τὰ πλοῦν, ἔπεισε τὸν [βασι]λέα Ῥημαξον δοῦναι εἰς [προ]φυλ[α]-

[κὴν ἱ]ππεῖς ἑκα{ι}τόν {²⁶ἑκατόν}²⁶· ἐφόδου δ[ὲ μ]είζονος τῶν Θραικῶν προσ-

[πεσ]ο̣ύσης το[ῖ]ς προφύλαξιν κ[αὶ ἀ]ναχωρησάντων αὐτῶν

[εἰς τὸ π]έραν διὰ τὸμ [φό]βον, τῆ[ς τ]ε̣ χώρας οὔσης ἀφυλάκτου, αἱρ-

[εθεὶς] πρεζβευτὴς πρὸς τὸν υ[ἱὸ]ν τοῦ βασιλέως Φραδ[μονα],

55

[ἔπεισεν α]ὐτὸν δοῦναι προφυλ[ακὴ]ν ἱπ[πέ]ων ἑξακοσίων· οὗ[τοι]

[δὲ ὑπερέχο]ντες τῶν στρατοπ[έδ]ω[ν κατεν]ίκων τόν τε [ἄρχον]-

[τα αὐτῶν Ζο]λτην κα[ὶ] π[ ... 9-10 ... ] ΟΣ Θραικῶν [— — — —]

[— — — — — — — — — — — — — — — — — — ]ΓΕ[— — — — —]

R Istria Istria ~200a SEG 24.1095
ISM 1 47

1

[ἐπειδὴ ὁ δεῖνα — — —ύμου Καλλατιανὸς]

[εὔνουν καὶ πρόθυμον ἑαυτὸν] παρέχεται,

[καθ’ ὅσον δύναται λέγων τε καὶ] πράσσων

[τὰ τῆς πόλεως συμφέροντα καὶ τοῖς ἐ]ντυγχά-

5

[νουσιν τῶν πολιτῶν χρείας π]αρέχεται

[ἰδίαι καὶ κοινῆι τῶι δή]μωι· ὅπως

[οὖν καὶ ἡ πόλις φαίνηται τὰς χάριτα]ς ἀποδι-

[δοῦσα, δεδόχθαι τῶι δήμωι ἐπαινέσαι] μὲν ἐπὶ

[τούτοις τὸν δεῖνα — — — — — — — —] ․ ύμου Καλ-

10

[ λατιανόν· δεδόσθαι δὲ αὐτῶι καὶ ἐ]κγό-

[νοις προξενίαν πολιτείαν ἰσοτέλει]αν

R Istria Istria IIa?  
ISM 1 48

1

[— — ὁ δεῖνα (e.g.) Θεο]μβρό[του]

[εἶπεν· ἐπειδὴ (e.g.) Εὐ]ηνωρπ[ίδης]

[(e.g.) Φιλολάου, Τομί]της, εὔνους ὢ[ν]

[τῆι πόλει καὶ πρόθυμος, κοιν]ῆι τε τῶι δή[μ]-

5

[ωι καὶ ἰδίαι τ]οῖς ἐντυγχ[ά]-

[νουσιν τῶν πο]λιτῶν χρεί-

[ας παρέχεται] ἐπῃνῆσθαι

[ἐπὶ τούτοις (e.g.) Εὐηνωρπίδην Φιλολ]άου Τομί-

[την· δεδόσθαι δὲ] αὐτῶι κα[ὶ]

10

[ἐκγόνοις προξενί]αν πολιτ-

[είαν εἴσπλουν καὶ ἔκ]πλουν [—]

R Istria Istria II/Ia  
ISM 1     R Istria Istria    
ISM 1     R Istria Istria    
ISM 1     R Istria Istria    
ISM 1     R Istria Istria    
ISM 1     R Istria Istria    
ISM 1     R Istria Istria    
ISM 1     R Istria Istria    
ISM 1     R Istria Istria